Haggai 1

CHAPTER 1

The Order to Build the House

Εν τω δευτέρω έτει επί Δαρείου του βασιλέως εν τω μηνί τω έκτω μιά του μηνός εγένετο λόγος κυρίου εν χειρί Αγγαίου του προφήτου λέγων είπον προς Ζοροβάβελ τον του Σαλαθιήλ εκ φυλής Ιούδα και προς Ιησούν τον του Ιωσεδέκ τον ιερέα τον μέγαν λέγων τάδε λέγει κύριος παντοκράτωρ λέγων ο λαός ούτος λέγουσιν ουκ ήκει ο καιρός του οικοδομήσαι τον όικον κυρίου και εγένετο λόγος κυρίου εν χειρί Αγγαίου του προφήτου λέγων ει μεν καιρός υμίν έστι του οικείν εν όικοις υμών κοιλοστάθμοις ο δε όικος όυτος εξηρήμωται και νυν τάδε λέγει κύριος παντοκράτωρ τάξατε καρδίας υμών εις τας οδούς υμών εσπείρατε πολλά και εισηνέγκατε ολίγα εφάγετε και ουκ εις πλησμονήν επίετε και ουκ εις μέθην περιεβάλεσθε και ουκ εθερμάνθητε εν αυτοίς και ο τους μισθούς συνάγων συνήγαγεν εις δεσμόν τετρυπημένον τάδε λέγει κύριος παντοκράτωρ θέσθε τας καρδίας υμών εις τας οδούς υμών ανάβητε εις το όρος και κόψατε ξύλα και οικοδομήσετε τον όικον και ευδοκήσω εν αυτώ και ενδοξασθήσομαι είπεν κύριος επεβλέψατε εις πολλά και εγένετο ολίγα και εισηνέχθη εις τον όικον και εξεφύσησα αυτα διά τούτο τάδε λέγει κύριος παντοκράτωρ ανθ΄ ων ο οικός μου έστιν ερημός υμείς δε διώκετε έκαστος εις τον όικον αυτού 10 διά τούτο ανέξει ο ουρανός από δρόσου και η γη υποστελείται τα εκφόρια αυτής 11 και επάξω ρομφαίαν επί την γην και επί τα όρη και επί τον σίτον και επί τον οίνον και επί το έλαιον και όσα εκφέρει η γη και επί τους ανθρώπους και επί τα κτήνη και επί πάντας τους πόνους των χειρών αυτών 12 και ήκουσε Ζοροβάβελ ο του Σαλαθιήλ εκ φυλής Ιούδα και Ιησούς ο του Ιωσεδέκ ο ιερεύς ο μέγας και πάντες οι κατάλοιποι του λαού της φωνής κυρίου του θεού αυτών και των λόγων του Αγγαίου του προφήτου καθότι εξαπέστειλεν αυτόν κύριος ο θεός αυτών προς αυτούς και εφοβήθη ο λαός από προσώπου κυρίου 13 και είπεν Αγγαίος ο άγγελος κυρίου εν αγγέλοις κυρίου είπον τω λαώ εγώ είμι μεθ΄ υμών λέγει κύριος 14 και εξήγειρε κύριος το πνεύμα Ζοροβάβελ του Σαλαθιήλ εκ φυλής Ιούδα και το πνεύμα Ιησού του Ιωσεδέκ του ιερέως του μεγάλου και το πνεύμα των καταλοίπων του λαού και εισήλθον και εποίουν τα έργα εν τω οίκω κυρίου παντοκράτορος θεού αυτών 15 τη τετράδι και εικάδι του μηνός του έκτου τω δεύτερω έτει επί Δαρείου του βασιλέως
Copyright information for ABPGRK