Hebrews 1

CHAPTER 1

Jesus' Exalted State

1πολυμερώς και πολυτρόπως πάλαι ο θεός λαλήσας τοις πατράσιν εν τοις προφήταις 2επ΄ εσχάτου των ημερών τούτων ελάλησεν ημίν εν υιώ ον έθηκε κληρονόμον πάντων δι΄ ου και τους αιώνας εποίησεν 3ος ων απαύγασμα της δόξης και χαρακτήρ της υποστάσεως αυτού φέρων τε τα πάντα τω ρήματι της δυνάμεως αυτού δι΄ εαυτού καθαρισμόν ποιησάμενος των αμαρτιών ημών εκάθισεν εν δεξιά της μεγαλωσύνης εν υψηλοίς 4τοσούτω κρείττων γενόμενος των αγγέλων όσω διαφορώτερον παρ΄ αυτούς κεκληρονόμηκεν όνομα 5τίνι γαρ είπέ ποτε των αγγέλων υιός μου ει συ εγώ σήμερον γεγέννηκά σε και πάλιν εγώ έσομαι αυτώ εις πατέρα και αυτός έσται μοι εις υιόν 6όταν δε πάλιν εισάγαγη τον πρωτότοκον εις την οικουμένην λέγει και προσκυνησάτωσαν αυτώ παντες άγγελοι θεού 7και προς μεν τους αγγέλους λέγει ο ποιών τους αγγέλους αυτού πνεύματα και τους λειτουργούς αυτού πυρός φλόγα 8προς δε τον υιόν ο θρόνος σου ο θεός εις τον αιώνα του αιώνος ράβδος ευθύτητος η ράβδος της βασιλείας σου 9ηγάπησας δικαιοσύνην και εμίσησας ανομίαν διά τούτο έχρισέ σε ο θεός ο θεός σου έλαιον αγαλλιάσεως παρά τους μετόχους σου 10και συ κατ΄ αρχάς κύριε την γην εθεμελίωσας και έργα των χειρών σου εισιν οι ουρανοί 11αυτοί απολούνται συ δε διαμένεις και πάντες ως ιμάτιον παλαιωθήσονται 12και ωσεί περιβόλαιον ελίξεις αυτούς και αλλαγήσονται συ δε ο αυτός ει και τα έτη σου ουκ εκλείψουσι 13προς τίνα δε των αγγέλων είρηκέ ποτε κάθου εκ δεξιών μου έως αν θω τους εχθρούς σου υποπόδιον των ποδών σου 14ουχί πάντες εισί λειτουργικά πνεύματα εις διακονίαν αποστελλόμενα διά τους μέλλοντας κληρονομείν σωτηρίαν
Copyright information for ABPGRK