Hebrews 11

CHAPTER 11

Examples of Belief

1έστι δε πίστις ελπιζομένων υπόστασις πραγμάτων έλεγχος ου βλεπομένων 2εν ταύτη γαρ εμαρτυρήθησαν οι πρεσβύτεροι 3πίστει νοούμεν κατηρτίσθαι τους αιώνας ρήματι θεού εις το μη εκ φαινομένων τα βλεπόμενα γεγονέναι 4πίστει πλείονα θυσίαν Άβελ παρά Καϊν προσήνεγκε τω θεώ δι΄ ης εμαρτυρήθη είναι δίκαιος μαρτυρούντος επί τοις δώροις αυτού του θεού και δι΄ αυτής αποθανών έτι λαλείται 5πίστει Ενώχ μετετέθη του μη ιδείν θάνατον και ουχ ευρίσκετο διότι μετέθηκεν αυτόν ο θεός προ γαρ της μεταθέσεως αυτού μεμαρτύρηται ευηρεστηκέναι τω θεώ 6χωρίς δε πίστεως αδύνατον ευαρεστήσαι πιστεύσαι γαρ δει τον προσερχόμενον τω θεώ ότι έστι και τοις εκζητούσιν αυτόν μισθαποδότης γίνεται 7πίστει χρηματισθείς Νώε περί των μηδέπω βλεπομένων ευλαβηθείς κατεσκεύασε κιβωτόν εις σωτηρίαν του οίκου αυτού δι΄ ης κατέκρινε τον κόσμον και της κατά πίστιν δικαιοσύνης εγένετο κληρονόμος 8πίστει καλούμενος Αβραάμ υπήκουσεν εξελθείν εις τον τόπον ον έμελλε λαμβάνειν εις κληρονομίαν και εξήλθε μη επιστάμενος που έρχεται 9πίστει παρώκησεν εις την γην της επαγγελίας ως αλλοτρίαν εν σκηναίς κατοικήσας μετά Ισαάκ και Ιακώβ των συγκληρονόμων της επαγγελίας της αυτής 10εξεδέχετο γαρ την τους θεμελίους έχουσαν πόλιν ης τεχνίτης και δημιουργός ο θεός 11πίστει και αυτή Σάρρα δύναμιν εις καταβολήν σπέρματος έλαβε και παρά καιρόν ηλικίας έτεκεν επεί πιστόν ηγήσατο τον επαγγειλάμενον 12διό και αφ΄ ενός εγεννήθησαν και ταύτα νενεκρωμένου καθώς τα άστρα του ουρανού τω πλήθει και ως η άμμος η παρά το χείλος της θαλάσσης η αναρίθμητος 13κατά πίστιν απέθανον ούτοι πάντες μη λαβόντες τας επαγγελίας αλλά πόρρωθεν αυτάς ιδόντες και πεισθεντες και ασπασάμενοι και ομολογήσαντες ότι ξένοι και παρεπίδημοί εισιν επί της γης 14οι γαρ τοιαύτα λέγοντες εμφανίζουσιν ότι πατρίδα επιζητούσι 15και ει μεν εκείνης εμνημόνευον αφ΄ ης εξήλθον είχον αν καιρόν ανακάμψαι 16νυν δε κρείττονος ορέγονται τουτ΄ έστιν επουρανίου διό ουκ επαισχύνεται αυτούς ο θεός θεός επικαλείσθαι αυτών ητοίμασε γαρ αυτοίς πόλιν 17πίστει προσενήνοχεν Αβραάμ τον Ισαάκ πειραζόμενος και τον μονογενή προσέφερεν ο τας επαγγελίας αναδεξάμενος 18προς ον ελαλήθη ότι εν Ισαάκ κληθήσεταί σοι σπέρμα 19λογισάμενος ότι και εκ νεκρών εγείρειν δυνατός ο θεός όθεν αυτόν και εν παραβολή εκομίσατο 20πίστει περί μελλόντων ευλόγησεν Ισαάκ τον Ιακώβ και τον Ησαύ 21πίστει Ιακώβ αποθνήσκων έκαστον των υιών Ιωσήφ ευλόγησε και προσεκύνησεν επί το άρκον της ράβδου αυτού 22πίστει Ιωσήφ τελευτών περί της εξόδου των υιών Ισραήλ εμνημόνευσε και περί των οστέων αυτού ενετείλατο 23πίστει Μωϋσης γεννηθείς εκρύβη τρίμηνον υπό των πατέρων αυτού διότι είδον αστείον το παιδίον και ουκ εφοβήθησαν το διάταγμα του βασιλέως 24πίστει Μωϋσης μέγας γενόμενος ηρνήσατο λέγεσθαι υιός θυγατρός Φαράω 25μάλλον ελόμενος συγκακουχείσθαι τω λαώ του θεού η πρόσκαιρον έχειν αμαρτίαις απόλαυσιν 26μείζονα πλούτον ηγησάμενος των εν Αιγύπτω θησαυρών τον ονειδισμόν του χριστού απέβλεπε γαρ εις την μισθαποδοσίαν 27πίστει κατέλιπεν Αίγυπτου μη φοβηθείς τον θυμόν του βασιλέως τον γαρ αόρατον ως ορών εκαρτέρησε 28πίστει πεποίηκε το πάσχα και την πρόσχυσιν του αίματος ίνα μη ο ολοθρεύων τα πρωτότοκα θίγη αυτών 29πίστει διέβησαν την ερυθράν θάλασσαν ως διά ξηράς ης πείραν λαβόντες οι Αιγύπτιοι κατεπόθησαν 30πίστει τα τείχη Ιεριχώ έπεσε κυκλωθέντα επί επτά ημέρας 31πίστει Ραάβ η πόρνη ου συναπώλετο τοις απειθήσασι δεξαμένη τους κατασκόπους μετ΄ ειρήνης 32και τι έτι λέγω επιλείψει γαρ με διηγούμενον ο χρόνος περί Γεδεών Βαράκ τε και Σαμψών και Ιεφθάε Δαβίδ τε και Σαμουήλ και των προφητών 33οι διά πίστεως κατηγωνίσαντο βασιλείας ειργάσαντο δικαιοσύνην επέτυχον επαγγελιών έφραξαν στόματα λεόντων 34έσβεσαν δύναμιν πυρός έφυγον στόματα μαχαίρας ενεδυναμώθησαν από ασθενείας εγενήθησαν ισχυροί εν πολέμω παρεμβολάς έκλιναν αλλοτρίων 35έλαβον γυναίκες εξ αναστάσεως τους νεκρούς αυτών άλλοι δε ετυμπανίσθησαν ου προσδεξάμενοι την απολύτρωσιν ίνα κρείττονος αναστάσεως τύχωσιν 36έτεροι δε εμπαιγμών και μαστίγων πείραν έλαβον έτι δε δεσμών και φυλακής 37ελιθάσθησαν επρίσθησαν επειράσθησαν εν φόνω μαχαίρας απέθανον περιήλθον εν μηλωταίς εν αιγείοις δέρμασιν υστερούμενοι θλιβόμενοι κακουχούμενοι 38ων ουκ ην άξιος ο κόσμος εν ερημίαις πλανώμενοι και όρεσι και σπηλαίοις και τας οπαίς της γης 39και ούτοι πάντες μαρτυρηθέντες διά της πίστεως ουκ εκομίσαντο την επαγγελίαν 40του θεού περί ημών κρείττόν τι προβλεψαμένου ίνα μη χωρίς ημών τελειωθώσι
Copyright information for ABPGRK