Hebrews 12

CHAPTER 12

Christ the Perfection of Belief

1τοιγαρούν και ημείς τοσούτον έχοντες περικείμενον ημίν νέφος μαρτύρων όγκον αποθέμενοι πάντα και την ευπερίστατον αμαρτίαν δι΄ υπομονής τρέχωμεν τον προκείμενον ημίν αγώνα 2αφορώντες εις τον της πίστεως αρχηγόν και τελειωτήν Ιησούν ος αντί της προκειμένης αυτώ χαράς υπέμεινε σταυρόν αισχύνης καταφρονήσας εν δεξιά τε του θρόνου του θεού κεκάθικεν 3αναλογίσασθε γαρ τον τοιαύτην υπομεμενηκότα υπό των αμαρτωλών εις αυτόν αντιλογίαν ίνα μη κάμητε ταις ψυχαίς υμών εκλυόμενοι 4ούπω μέχρις αίματος αντικατέστητε προς την αμαρτίαν ανταγωνιζόμενοι 5και εκλέλησθε της παρακλήσεως ήτις υμίν ως υιοίς διαλέγεται υιέ μου μη ολιγώρει παιδείας κυρίου μηδέ εκλύου υπ΄ αυτού ελεγχόμενος 6ον γαρ αγαπά κύριος παιδεύει μαστιγοί δε πάντα υιόν ον παραδέχεται 7ει παιδείαν υπομένετε ως υιοίς υμίν προσφέρεται ο θεός τις γαρ εστιν υιός ον ου παιδεύει πατήρ 8ει δε χωρίς εστε παιδείας ης μέτοχοι γεγόνασι πάντες άρα νόθοι εστέ και ουχ υιοί 9είτα τους μεν της σαρκός ημών πατέρας είχομεν παιδευτάς και ενετρεπόμεθα ου πολλώ μάλλον υποταγησόμεθα τω πατρί των πνευμάτων και ζήσομεν 10οι μεν γαρ προς ολίγας ημέρας κατά το δοκούν αυτοίς επαίδευον ο δε επί το συμφέρον εις το μεταλαβείν της αγιότητος αυτού 11πάσα δε παιδεία προς μεν το παρόν ου δοκεί χαράς είναι αλλά λύπης ύστερον δε καρπόν ειρηνικόν τοις δι΄ αυτής γεγυμνασμένοις αποδίδωσι δικαιοσύνης

Christian Instruction

12διό τας παρειμένας χείρας και τα παραλελυμένα γόνατα ανορθώσατε 13και τροχιάς ορθάς ποιήσατε τοις ποσίν υμών ίνα μη το χωλόν εκτραπή ιαθή δε μάλλον 14ειρήνην διώκετε μετά πάντων και τον αγιασμόν ου χωρίς ουδείς όψεται τον κύριον 15επισκοπούντες μη τις υστερών από της χάριτος του θεού μη τις ρίζα πικρίας άνω φύουσα ενοχλή και διά ταύτης μιανθώσι πολλοί 16μη τις πόρνος η βέβηλος ως Ησαύ ος αντί βρώσεως μιάς απέδοτο τα πρωτοτόκια αυτού 17ίστε γαρ ότι και μετέπειτα θέλων κληρονομήσαι την ευλογίαν απεδοκιμάσθη μετανοίας γαρ τόπον ουχ εύρε καίπερ μετά δακρύων εκζητήσας αυτήν 18ου γαρ προσεληλύθατε ψηλαφωμένω όρει και κεκαυμένω πυρί και γνόφω και σκότω και θυέλλη 19και σάλπιγγος ήχω και φωνή ρημάτων ης οι ακούσαντες παρητήσαντο μη προστεθήναι αυτοίς λόγον 20ουκ έφερον γαρ το διαστελλόμενον καν θηρίον θίγη του όρους λιθοβοληθήσεται η βολίδι κατατοξευθήσεται 21και ούτω φοβερόν ην το φανταζόμενον Μωϋσης είπεν έκφοβός ειμι και έντρομος 22αλλά προσεληλύθατε Σιών όρει και πόλει θεού ζώντος Ιερουσαλήμ επουρανίω και μυριάσιν αγγέλων 23πανηγύρει και εκκλησία πρωτοτόκων εν ουρανοίς απογεγραμμένων και κριτή θεώ πάντων και πνεύματι δικαίων τετελειωμένων 24και διαθήκης νέας μεσίτη Ιησού και αίματι ραντισμού κρείττον λαλούντι παρά τον Άβελ 25βλέπετε μη παραιτήσησθε τον λαλούντα ει γαρ εκείνοι ουκ έφυγον τον επί γης παραιτησάμενοι χρηματίζοντα πολλώ μάλλον ημείς οι τον απ΄ ουρανών αποστρεφόμενοι 26ου η φωνή την γην εσάλευσε τότε νυν δε επήγγελται λέγων έτι άπαξ εγώ σείω ου μόνον την γην αλλά και τον ουρανόν 27το δε έτι άπαξ δηλοί των σαλευομένων την μετάθεσιν ως πεποιημένων ίνα μείνη τα μη σαλευόμενα 28διό βασιλείαν ασάλευτον παραλαμβάνοντες έχωμεν χάριν δι΄ ης λατρεύωμεν ευαρέστως τω θεώ μετά αιδούς και ευλαβείας 29και γαρ ο θεός ημών πυρ καταναλίσκον
Copyright information for ABPGRK