Hebrews 13

CHAPTER 13

Concluding Exhortations

1η φιλαδελφία μενέτω 2της φιλοξενίας μη επιλανθάνεσθε διά ταύτης γαρ έλαθόν τινες ξενίσαντες αγγέλους 3μιμνήσκεσθε των δεσμίων ως συνδεδεμένοι των κακουχουμένων ως και αυτοί όντες εν σώματι 4τίμιος ο γάμος εν πάσι και η κοίτη αμίαντος πόρνους δε και μοιχούς κρινεί ο θεός 5αφιλάργυρος ο τρόπος αρκούμενοι τοις παρούσιν αυτός γαρ είρηκεν ου μη σε ανώ ουδ΄ ου μη σε εγκαταλίπω 6ώστε θαρρούντας ημάς λέγειν κύριος εμοί βοηθός και ου φοβηθήσομαι τι ποιήσει μοι άνθρωπος 7μνημονεύετε των ηγουμένων υμών οίτινες ελάλησαν υμίν τον λόγον του θεού ων αναθεωρούντες την έκβασιν της αναστροφής μιμείσθε την πίστιν 8Ιησούς χριστός χθές και σήμερον ο αυτός και εις τους αιώνας 9διδαχαίς ποικίλαις και ξέναις μη περιφέρεσθε καλόν γαρ χάριτι βεβαιούσθαι την καρδίαν ου βρώμασιν εν οις ουκ ωφελήθησαν οι περιπατήσαντες 10έχομεν θυσιαστήριον εξ ου φαγείν ουκ έχουσιν εξουσίαν οι τη σκηνή λατρεύοντες 11ων γαρ εισφέρεται ζώων το αίμα περί αμαρτίας εις τα άγια διά του αρχιερέως τούτών τα σώματα κατακαίεται έξω της παρεμβολής 12διό και Ιησούς ίνα αγιάση διά του ιδίου αίματος τον λαόν έξω της πύλης έπαθε 13τοίνυν εξερχώμεθα προς αυτόν έξω της παρεμβολής τον ονειδισμόν αυτού φέροντες 14ου γαρ έχομεν ώδε μένουσαν πόλιν αλλά την μέλλουσαν επιζητούμεν 15δι΄ αυτού ούν αναφέρωμεν θυσίαν αινέσεως διά πάντος τω θεώ τουτ΄ έστι καρπόν χειλέων ομολογούντων τω ονόματι αυτού 16της δε ευποιϊας και κοινωνίας μη επιλανθάνεσθε τοιαύταις γαρ θυσίαις ευαρεστείται ο θεός 17πείθεσθε τοις ηγουμένοις υμών και υπείκετε αυτοί γαρ αγρυπνούσιν υπέρ των ψυχών υμών ως λόγον αποδώσοντες ίνα μετά χαράς τούτο ποιώσι και μη στενάζοντες αλυσιτελές γαρ υμίν τούτο 18προσεύχεσθε περί ημών πεποίθαμεν γαρ ότι καλήν συνείδησιν έχομεν εν πάσι καλώς θέλοντες αναστρέφεσθαι 19περισσοτέρως δε παρακαλώ τούτο ποιήσαι ίνα τάχιον αποκατασταθώ υμίν 20ο δε θεός της ειρήνης ο αναγαγών εκ νεκρών τον ποιμένα των προβάτων τον μέγαν εν αίματι διαθήκης αιωνόυ τον κύριον ημών Ιησούν χριστόν 21καταρτίσαι υμάς εν παντί έργω αγαθώ εις το ποιήσαι το θέλημα αυτού ποιών εν υμίν το ευάρεστον ενώπιον αυτού διά Ιησού χριστού ω η δόξα εις τους αιώνας των αιώνων αμήν 22παρακαλώ δε υμάς αδελφοί ανέχεσθε του λόγου της παρακλήσεως και γαρ διά βραχέων επέστειλα υμίν 23γινώσκετε τον αδελφόν Τιμόθεον απολελυμένον μεθ΄ ου εάν τάχιον έρχηται όψομαι υμάς 24ασπάσασθε πάντας τους ηγουμένους υμών και παντός τους αγίους ασπάζονται υμάς οι από της Ιταλίας 25η χάρις μετά πάντων υμών αμήν
Copyright information for ABPGRK