Hebrews 2

CHAPTER 2

Jesus' Humbled State

1διά τούτο δει περισσοτέρως ημάς προσέχειν τοις ακουσθείσι μηποτέ παραρρυώμεν 2ει γαρ ο δι΄ αγγέλων λαληθείς λόγος εγένετο βέβαιος και πάσα παράβασις και παρακοή έλαβεν ένδικον μισθαποδοσίαν 3πως ημείς εκφευξόμεθα τηλικαύτης αμελήσαντες σωτηρίας ήτις αρχήν λαβούσα λαλείσθαι διά του κυρίου υπό των ακουσάντων εις ημάς εβεβαιώθη 4συνεπιμαρτυρούντος του θεού σημείοις τε και τέρασι και ποικίλαις δυνάμεσι και πνεύματος αγίου μερισμοίς κατά την αυτού θέλησιν 5ου γαρ αγγέλοις υπέταξε την οικουμένην την μέλλουσαν περί ης λαλούμεν 6διεμαρτύρατο δε που τις λέγων τι εστιν άνθρωπος ότι μιμνήσκη αυτού η υιός ανθρώπου ότι επισκέπτη αυτόν 7ηλάττωσας αυτόν βραχύ τι παρ΄ αγγέλους δόξη και τιμή εστεφάνωσας αυτόν και κατέστησας αυτόν επί τα έργα των χειρών σου 8πάντα υπέταξας υποκάτω των ποδών αυτού εν γαρ τω υποτάξαι αυτώ τα πάντα ουδέν αφήκεν αυτώ ανυπότακτον νυν δε ούπω ορώμεν αυτώ τα πάντα υποτεταγμένα 9τον δε βραχύ τι παρ΄ αγγέλους ηλαττωμένον βλέπομεν Ιησούν διά το πάθημα του θανάτου δόξη και τιμή εστεφανωμένον όπως χάριτι θεού υπέρ παντός γεύσηται θανάτου 10έπρεπε γαρ αυτώ δι΄ ον τα πάντα και δι΄ ου τα πάντα πολλούς υιούς εις δόξαν αγαγόντα τον αρχηγόν της σωτηρίας αυτών διά παθημάτων τελειώσαι 11ο τε γαρ αγιάζων και οι αγιαζόμενοι εξ ενός πάντες δι΄ ην αιτίαν ουκ επαισχύνεται αδελφούς αυτούς καλείν 12λέγων απαγγελώ το όνομά σου τοις αδελφοίς μου εν μέσω εκκλησίας υμνήσω σε 13και πάλιν εγώ έσομαι πεποιθώς επ΄ αυτώ και πάλιν ιδού εγώ και τα παιδία α μοι έδωκεν ο θεός 14επεί ούν τα παιδία κεκοινώνηκε σαρκός και αίματος και αυτός παραπλησίως μετέσχε των αυτών ίνα διά του θανάτου καταργήση τον το κράτος έχοντα του θανάτου τουτ΄ έστι τον διάβολον 15και απαλλάξη τούτους όσοι φόβω θανάτου διά παντός του ζην ένοχοι ήσαν δουλείας 16ου γαρ δήπου αγγέλων επιλαμβάνεται αλλά σπέρματος Αβραάμ επιλαμβάνεται 17όθεν ώφειλε κατά πάντα τοις αδελφοίς ομοιωθήναι ίνα ελεήμων γένηται και πιστός αρχιερεύς τα προς τον θεόν εις το ιλάσκεσθαι τας αμαρτίας του λαού 18εν ω γαρ πέπονθεν αυτός πειρασθείς δύναται τοις πειραζομένοις βοηθήσαι
Copyright information for ABPGRK