Hebrews 3

CHAPTER 3

Partakers of Christ

όθεν αδελφοί άγιοι κλήσεως επουρανίου μέτοχοι κατανοήσατε τον απόστολον και αρχιερέα της ομολογίας ημών χριστόν Ιησούν πιστόν όντα τω ποιήσαντι αυτόν ως και Μωϋσης εν όλω τω οίκω αυτού πλείονος γαρ δόξης ούτος παρά Μωϋσην ηξίωται καθ΄ όσον πλείονα τιμήν έχει του οίκου ο κατασκευάσας αυτόν πας γαρ οίκος κατασκευάζεται υπό τινος ο δε τα πάντα κατασκευάσας θεός και Μωϋσης μεν πιστός εν όλω τω οίκω αυτού ως θεράπων εις μαρτύριον των λαληθησομένων χριστός δε ως υιός επί τον οίκον αυτού ου οίκός εσμεν ημείς εάνπερ την παρρησίαν και το καύχημα της ελπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν διό καθώς λέγει το πνεύμα το άγιον σήμερον εάν της φωνής αυτού ακούσητε μη σκληρύνητε τας καρδίας υμών ως εν τω παραπικρασμώ κατά την ημέραν του πειρασμόυ εν τη ερήμω ου επείρασάν με οι πατέρες υμών εδοκίμασάν με και είδον τα έργα μου τεσσαράκοντα έτη 10 διό προσώχθισα τη γενεά εκείνη και είπον αεί πλανώνται τη καρδία αυτοί δε ουκ έγνωσαν τας οδούς μου 11 ως ώμοσα εν τη οργή μου ει εισελεύσονται εις την κατάπαυσίν μου 12 βλέπετε αδελφοί μήποτε έσται εν τινι υμών καρδία πονηρά απιστίας εν τω αποστήναι από θεού ζώντος 13 αλλά παρακαλείτε εαυτούς καθ΄ εκάστην ημέραν άχρις ου το σήμερον καλείται ίνα μη σκληρυνθή τις εξ υμών τις απάτη της αμαρτίας 14 μέτοχοι γαρ γεγόναμεν του χριστού εάνπερ την αρχήν της υποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν 15 εν τω λέγεσθαι σήμερον εάν της φωνής αυτού ακούσητε μη σκληρύνητε τας καρδίας υμών ως εν τω παραπικρασμώ 16 τινές γαρ ακούσαντες παρεπίκραναν αλλ΄ ου πάντες οι εξελθόντες εξ Αιγύπτου διά Μωσέως 17 τίσι δε προσώχθισε τεσσαράκοντα έτη ουχί τοις αμαρτήσασιν ων τα κώλα έπεσεν εν τη ερήμω 18 τίσι δε ώμοσε μη εισελεύσεσθαι εις την κατάπαυσιν αυτού ει μη τοις απειθήσασι 19 και βλέπομεν ότι ουκ ηδυνήθησαν εισελθείν δι΄ απιστίαν
Copyright information for ABPGRK