Hebrews 8

CHAPTER 8

The Chief Priest of the New Covenant

1κεφάλαιον δε επί τοις λεγομένοις τοιούτον έχομεν αρχιερέα ος εκάθισεν εν δεξιά του θρόνου της μεγαλωσύνης εν τοις ουρανοίς 2των αγίων λειτουργός και της σκηνής της αληθινής ην έπηξεν ο κύριος και ουκ άνθρωπος 3πας γαρ αρχιερεύς εις το προσφέρειν δώρά τε και θυσίας καθίσταται όθεν αναγκαίον έχειν τι και τούτον ο προσενέγκη 4ει μεν γαρ ην επί γης ουδ΄ αν ην ιερεύς όντων των ιερέων των προσφερόντων κατά τον νόμον τα δώρα 5οίτινες υποδείγματι και σκιά λατρεύουσι των επουρανίων καθώς κεχρημάτισται Μωϋσης μέλλων επιτελείν την σκηνήν όρα γαρ φησι ποιήσεις πάντα κατά τον τύπον τον δειχθέντα σοι εν τω όρει 6νυνί δε διαφορωτέρας τέτευχε λειτουργίας όσω και κρείττονός εστι διαθήκης μεσίτης ήτις επί κρείττοσιν επαγγελίαις νενομοθέτηται 7ει γαρ η πρώτη εκείνη ην άμεμπτος ουκ αν δευτέρας εζητείτο τόπος 8μεμφόμενος γαρ αυτοίς λέγει ιδού ημέραι έρχονται λέγει κύριος και συντελέσω επί τον οίκον Ισραήλ και επί τον οίκον Ιούδα διαθήκην καινήν 9ου κατά την διαθήκην ην εποίησα τοις πατράσιν αυτών εν ημέρα επιλαβομένου μου της χειρός αυτών εξαγαγείν αυτούς εκ γης Αιγύπτου ότι αυτοί ουκ ενέμειναν εν τη διαθήκη μου καγώ ημέλησα αυτών λέγει κύριος 10ότι αύτη η διαθήκη ην διαθήσομαι τω οίκω Ισραήλ μετά τας ημέρας εκείνας λέγει κύριος διδούς νόμους μου εις την διάνοιαν αυτών και επί καρδίας αυτών επιγράψω αυτούς και έσομαι αυτοίς εις θεόν και αυτοί έσονταί μοι εις λαόν 11και ου μη διδάξωσιν έκαστος τον πλησίον αυτού και έκαστος τον αδελφόν αυτού λέγων γνώθι τον κύριον ότι πάντες ειδήσουσί με από μικρού αυτών έως μεγάλου αυτών 12ότι ίλεως έσομαι ταις αδικίαις αυτών και των αμαρτιών αυτών και των ανομιών αυτών ου μη μνησθώ έτι 13εν τω λέγειν καινήν πεπαλαίωκε την πρώτην το δε παλαιούμενον και γηράσκον εγγύς αφανισμόυ
Copyright information for ABPGRK