Hosea 1

CHAPTER 1

Hosea Marries a Harlot

1λόγος κυρίου ος εγενήθη προς Ωσηέ τον του Βεηρί εν ημέραις Οζίου και Ιωάθαμ και Άχαζ και Εζεκίου βασιλέων Ιούδα και εν ημέραις Ιεροβοάμ υιόυ Ιωάς βασιλέως του Ισραήλ 2αρχή λόγου κυρίου εν Ωσηέ και είπε ο κύριος προς Ωσηέ βάδιζε λάβε σεαυτώ γυναίκα πορνείας και τέκνα πορνείας διότι εκπορνεύουσα εκπορνεύσει η γη από όπισθεν του κυρίου 3και επορεύθη και έλαβε την Γομέρ θυγατέρα Δεβηλαίμ και συνέλαβε και έτεκεν αυτώ υιόν 4και είπε ο κύριος προς αυτόν κάλεσον το όνομα αυτού Ιεζραέλ διότι έτι μικρόν και εκδικήσω το αίμα του Ιεζραέλ επί τον οίκον Ιούδα και καταπαύσω βασιλείαν οίκου Ισραήλ 5και έσται εν τη ημέρα εκείνη συντρίψω το τόξον του Ισραήλ εν τη κοιλάδι του Ιεζραέλ 6και συνέλαβεν έτι και έτεκε θυγατέρα και είπεν αυτώ κάλεσον το όνομα αυτής ουκ ηλεημένη διότι ου μη προσθήσω έτι ελεήσαι τον οίκον Ισραήλ αλλ΄ η αντιτασσόμενος αντιτάξομαι αυτοίς 7τους δε υιούς Ιούδα ελεήσω και σώσω αυτούς εν κυρίω θεώ αυτών και ου σώσω αυτούς εν τόξω ουδέ εν ρομφαία ουδέ εν πολέμω ουδέ εν ίπποις ουδέ εν ιππεύσι 8και απεγαλάκτισε την ουκ ηλεημένην και συνέλαβεν και έτεκεν υιόν 9και είπε κάλεσον το όνομα αυτού ου λαός μου διότι υμείς ου λαός μου και εγώ ουκ ειμί υμών 10και έσται ο αριθμός των υιών Ισραήλ ως η άμμος της θαλάσσης η ουκ εκμετρηθήσεται ουδέ εξαριθμηθήσεται και έσται εν τω τόπω ου ερρέθη αυτοίς ου λαός μου υμείς κληθήσονται υιοί θεού ζώντος 11και συναχθήσονται υιοί Ιούδα και υιοί Ισραήλ επιτοαυτό και θήσονται εαυτοίς αρχήν μίαν και αναβήσονται εκ της γης ότι μεγάλη η ημέρα του Ιεζραέλ
Copyright information for ABPGRK