Hosea 10

CHAPTER 10

Israel's Sin and Captivity

1άμπελος ευκληματούσα Ισραήλ ο καρπός αυτής ευθηνών κατά το πλήθος των καρπών αυτής επλήθυνε τα θυσιαστήρια κατά τα αγαθά της γης αυτού ωκοδόμησε στήλας 2εμερίσαν καρδίας αυτών νυν αφανισθήσονται αυτός κατασκάψει τα θυσιαστήρια αυτών ταλαιπωρήσουσιν αι στήλαι αυτών 3διότι νυν ερούσιν ουκ έστι βασιλεύς ημίν ότι ουκ εφοβήθημεν τον κύριον ο δε βασιλεύς τι ποιήσει ημίν 4λαλών ρήματα προφάσεις ψευδείς διαθήσεται διαθήκην ανατελεί ως άγρωστις κρίμα επί χέρσον αγρού 5τω μόσχω του οίκου ων παροικήσουσιν οι κατοικούντες Σαμάρειαν ότι επένθησεν ο λαός αυτού επ΄ αυτόν και καθώς παρεπίκραναν αυτόν επιχαρούνται επί την δόξαν αυτού ότι μετωκίσθη απ΄ αυτού 6και αυτόν εις Ασσυρίους δήσαντες απήνεγκαν ξένια τω βασιλεί Ιαρίβ εν δόματι Εφραϊμ δέξεται αισχύνην αισχυνθήσεται Ισραήλ εν τη βουλή αυτού 7απέρριψε Σαμαρεία βασιλέα αυτής ως φρύγανον επί προσώπου ύδατος 8και εξαρθήσονται βωμοί ων αμαρτήματα του Ισραήλ άκανθαι και τρίβολοι αναβήσονται επί τα θυσιαστήρια αυτών και ερούσι τοις όρεσι καλύψατε ημάς και τοις βουνοίς πέσατε εφ΄ ημάς 9αφ΄ ου οι βουνοί ήμαρτεν Ισραήλ εκεί έστησαν ου μη καταλάβη αυτούς εν τω βουνώ πόλεμος επί τα τέκνα αδικίας ήλθε 10του παιδεύσαι αυτούς και συναχθήσονται λαοί επ΄ αυτούς εν τω παιδεύεσθαι αυτούς εν ταις δυσίν αδικίαις αυτών 11Εφραϊμ δάμαλις δεδιδαγμένη αγαπάν νείκος εγώ δε επελεύσομαι επί το κάλλιστον του τραχήλου αυτής επιβιβώ Εφραϊμ παρασιωπήσομαι Ιούδαν ενισχύσει αυτώ Ιακώβ 12σπείρατε εαυτοίς εις δικαιοσύνην τρυγήσατε εις καρπόν ζωής φωτίσατε εαυτοίς φως γνώσεως εκζητήσατε τον κύριον έως του ελθείν γενήματα δικαιοσύνης υμίν 13ινατί παρεσιωπήσατε ασέβειαν και τας αδικίας αυτής ετρυγήσατε εφάγετε καρπόν ψευδή ότι ήλπισας εν τοις άρμασι σου εν πλήθει δυνάμεώς σου 14και εξαναστήσεται απώλεια εν τω λαώ σου και πάντα τα περιτετειχισμένα σου οιχήσεται ως άρχων Σάλμανα εκ του οίκου Ιεροβοάμ εν ημέραις πολέμου μητέρα επί τέκνοις ηδάφισαν 15ούτως ποιήσω υμίν οίκος του Ισραήλ από προσώπου κακιών υμών
Copyright information for ABPGRK