Hosea 11

CHAPTER 11

The LORD's Love for Israel

1όρθρου απερρίφησαν απερρίφη βασιλεύς Ισραήλ διότι νήπιος Ισραήλ και εγώ ηγάπησα αυτόν και εξ Αιγύπτου μετεκάλεσα τα τέκνα αυτού 2καθώς μετεκάλεσα αυτούς ούτως απώχοντο εκ προσώπου μου αυτοί τοις Βααλείμ έθυον και τοις γλυπτοίς εθυμίων 3και εγώ συνεπόδισα τον Εφραϊμ ανέλαβον αυτόν επί τον βραχίονα μου και ουκ έγνωσαν ότι ίαμαι αυτούς 4εν διαφθορά ανθρώπων εξέτεινα αυτούς εν δεσμοίς αγαπήσεώς μου και έσομαι αυτοίς ως ραπίζων άνθρωπος επί τας σιαγόνας αυτού και επιβλέψομαι προς αυτόν δυνήσομαι αυτώ 5κατώκησεν Εφραϊμ εν Αιγύπτω και Ασσούρ αυτός βασιλεύς αυτού ότι ουκ ηθέλησεν επιστρέψαι 6και ησθένησεν εν ρομφαία εν ταις πόλεσιν αυτού και κατέπαυσεν εν ταις χερσίν αυτού και φάγονται εκ των διαβουλιών αυτών 7και ο λαός αυτού επικρεμάμενος εκ της κατοικίας αυτού και ο θεός επί τα τίμια αυτού θυμωθήσεται και ου μη υψώση αυτόν 8τι σοι ποιήσω Εφραϊμ υπερασπιώ σε Ισραήλ τι σοι ποιήσω ως Αδαμάν θήσομαί σε και ως Σεβοείμ μετεστράφη η καρδία μου εν τω αυτώ συνεταράχθη η μεταμέλειά μου 9ου μη ποιήσω κατά την οργήν του θυμού μου ου μη εγκαταλίπω του εξαλειφθήναι τον Εφραϊμ διότι ο θεός εγώ ειμι και ουκ άνθρωπος εν σοι άγιος και ουκ εισελεύσομαι εις πόλιν 10οπίσω κυρίου πορεύσομαι ως λέων ερεύξεται ότι αυτός ωρύσεται και εκστήσονται τέκνα υδάτων 11εκστήσονται ως όρνεον εξ Αιγύπτου και ως περιστερά εκ γης Ασσυρίων και αποκαταστήσω αυτούς εις τους οίκους αυτών λέγει κύριος 12εκύκλωσέ με εν ψεύδει Εφραϊμ και εν ασεβείαις οίκος Ισραήλ και Ιούδα νυν έγνω αυτούς ο θεός και λαός άγιος κεκλήσεται θεού
Copyright information for ABPGRK