Hosea 12

CHAPTER 12

The Case against Ephraim and Judah

1ο δε Εφραϊμ πονηρόν πνεύμα εδίωξε καύσωνα όλην την ημέραν κενά και μάταια επλήθυνε και διαθήκην μετά Ασσυρίων διέθετο και έλαιον εις Αίγυπτον ενεπορεύετο 2και κρίσις τω κυρίω προς Ιούδαν του εκδικήσαι τον Ιακώβ κατά τας οδούς αυτού και κατά τα επιτηδεύματα αυτού ανταποδώσει αυτώ 3εν τη κοιλία επτέρνισε τον αδελφόν αυτού και εν κόποις αυτού ενίσχυσε προς θεόν 4και ενίσχυσε μετά αγγέλου και ηδυνάσθη έκλαυσαν και εδεήθησάν μου εν τω οίκω ων ευροσάν με εκεί ελαλήθη προς αυτούς 5ο δε κύριος ο θεός ο παντοκράτωρ έσται μνημόσυνον αυτού 6και συ εν θεώ σου επιστρέψεις έλεον και κρίμα φυλάσσου και έγγιζε προς τον θεόν σου διαπαντός 7Χαναάν εν χειρί αυτού ζυγός αδικίας καταδυναστεύειν ηγάπησε 8και είπεν Εφραίμ πλην πεπλούτηκα εύρηκα αναψυχήν εμαυτώ πάντες οι πόνοι αυτού ουχ ευρεθήσονται αυτώ δι΄ αδικίας εν αις ήμαρτεν 9εγώ δε κύριος ο θεός σου ανήγαγόν σε εκ γης Αιγύπτου έτι κατοικιώ σε εν σκηναίς καθώς εν ημέραι εορτής 10και λαλήσω προς προφήτας και εγώ οράσεις επλήθυνα και εν χερσί προφητών ωμοιώθην 11ει μη Γαλγάλα εστίν άρα και ψευδείς ήσαν εν Γαλγάλ άρχοντες θυσιάζοντες και τα θυσιαστήρια αυτών ως χελώναι επί χέρσον αγρού 12και ανεχώρησεν Ιακώβ εις πεδίον Συρίας και εδούλευσεν Ισραήλ εν γυναικί και εν γυναικί εφυλάξατο 13και εν προφήτη ανήγαγε κύριος τον Ισραήλ εκ γης Αιγύπτου και εν προφήτη διεφυλάχθη 14εθύμωσεν Εφραϊμ και παρώργισε και το αίμα αυτού επ΄ αυτόν εκχυθήσεται και τον ονειδισμόν αυτού ανταποδώσει κύριος αυτώ
Copyright information for ABPGRK