Hosea 14

CHAPTER 14

Judgment against Samaria

επιστράφηθι Ισραήλ προς κύριον τον θεόν σου διότι ησθένησας εν ταις αδικίαις σου λάβετε μεθ΄ εαυτών λόγους και επιστράφητε προς κύριον είπατε αυτώ όπως μη λάβητε αδικίαν και λάβητε αγαθά και ανταποδώσομεν καρπόν χειλέων ημών Ασσούρ ου μη σώση ημάς εφ΄ ίππον ουκ αναβησόμεθα ουκέτι ου μη είπωμεν θεοί ημών τοις έργοις των χειρών ημών ος εν σοι ελεήσει ορφανόν

Restoration of Israel

ιάσομαι τας κατοικίας αυτών αγαπήσω αυτούς ομολόγως ότι απέστρεψεν οργή μου απ΄ αυτών και έσομαι ως δρόσος τω Ισραήλ ανθήσει ως κρίνον και βαλεί τας ρίζας αυτού ως ο Λίβανος πορεύσονται οι κλάδοι αυτού και έσται ως ελαία κατάκαρπος και η οσφρασία αυτού ως Λιβάνου επιστρέψουσι και καθιούνται υπό την σκέπην αυτού ζήσονται και στηριχθήσονται σίτω και εξανθήσουσιν ως άμπελος το μνημόσυνον αυτού ως οίνος Λιβάνου τω Εφραϊμ τι αυτώ έτι και ειδώλοις εγώ εταπείνωσα αυτόν και κατισχύσω αυτόν εγώ ως άρκευθος πυκάζουσα εξ εμού ο καρπός σου εύρηται τις σοφός και συνήσει ταύτα συνετός και επιγνώσεται αυτά ότι ευθείαι αι οδοί του κυρίου και δίκαιοι πορεύσονται εν αυταίς οι δε ασεβείς ασθενήσουσιν εν αυταίς
Copyright information for ABPGRK