Hosea 3

CHAPTER 3

Israel Will Return to The LORD

1και είπε κύριος προς με έτι πορεύθητι και αγάπησον γυναίκα αγαπώσαν πονηρά και μοιχαλίν καθώς αγαπά κύριος τους υιούς Ισραήλ και αυτοί αποβλέπουσιν επί τους θεούς τους αλλοτρίους και φιλούσι πέμματα μετά σταφίδος 2και εμισθωσάμην αυτήν εμαυτώ πεντεκαίδεκα αργυρίου και γόμορ κριθων και νέβελ οίνου 3και είπον προς αυτήν ημέρας πολλάς καθήση επ΄ εμοί και ου μη πορνεύσης ουδέ μη γένη ανδρί και εγώ επί σοι 4διότι ημέρας πολλάς καθήσονται οι υιοί Ισραήλ ουκ όντος βασιλέως ουδέ όντος άρχοντος ουδέ ούσης θυσίας ουδέ όντος θυσιαστηρίου ουδέ ιερατείας ουδέ δήλων 5και μετά ταύτα επιστρέψουσιν οι υιοί Ισραήλ και ζητήσουσι κύριον τον θεόν αυτών και Δαυίδ τον βασιλέα αυτών και εκστήσονται επί τω κυρίω και επί τοις αγαθοίς αυτού επ΄ εσχάτων των ημερών
Copyright information for ABPGRK