Hosea 4

CHAPTER 4

The Charge against Israel

ακούσατε λόγον κυρίου υιοί Ισραήλ ότι κρίσις τω κυρίω προς τους κατοικούντας την γην διότι ουκ έστιν αλήθεια ουδέ έλεος ουδέ επίγνωσις θεού επί της γης αρά και ψεύδος και φόνος και κλοπή και μοιχεία κέχυται επί της γης και αίματα εφ΄ αίμασι μίσγουσι διά τούτο πενθήσει η γη και σμικρυνθήσεται συν πάσι τοις κατοικούσιν αυτήν συν τοις θηρίοις του αγρού και συν τοις πετεινοίς του ουρανού και οι ιχθύες της θαλάσσης εκλείψουσιν όπως μηθείς μήτε δικάζηται μήτε ελέγχη μηθείς ο δε λαός μου ως ιερεύς αντιλεγόμενος και ασθενήσει ημέρας και ασθενήσει και προφήτης μετά σου νυκτί ωμοίωσα την μητέρα σου ωμοιώθη ο λαός μου ως ουκ έχων γνώσιν ότι επίγνωσιν απώσω συ απώσομαί σε καγώ του μη ιερατεύειν μοι και επελάθου νόμον θεού σου επιλήσομαι τεκνών σου κατά το πλήθος αυτών ούτως ήμαρτόν μοι την δόξαν αυτών εις ατιμίαν θήσομαι αμαρτίας λαού μου φάγονται και εν ταις αδικίαις αυτών λήψονται τας ψυχάς αυτών και έσται καθώς ο λαός ούτως και ο ιερεύς και εκδικήσω επ΄ αυτόν τας οδούς αυτού και τα διαβούλια αυτού ανταποδώσω αυτώ

Israel Commits Harlotry

10 και φάγονται και ου μη εμπλησθώσιν επόρνευσαν και ου μη κατευθυνθώσι διότι τον κύριον εγκατέλιπον του φυλάξαι 11 πορνείαν και οίνον και μέθυσμα εδέξατο καρδία λαού μου 12 εν συμβόλοις αυτών επηρώτων και εν ράβδοις αυτών απήγγελλον αυτώ πνεύματι πορνείας επλανήθησαν και εξεπόρνευσαν από του θεού αυτών 13 επί τας κορυφάς των ορέων εθυσίαζον και επί τους βουνούς έθυον υποκάτω δρυός και λεύκης και δένδρου συσκιάζοντος ότι καλόν σκέπη διά τούτο εκπορνεύσουσιν αι θυγατέρες υμών και αι νύμφαι υμών μοιχεύσουσι 14 και ου μη επισκέψωμαι επί τας θυγατέρας υμών όταν πορνεύσωσι και επί τας νύμφας υμών όταν μοιχεύσωσιν ότι αυτοί μετά των πορνών συνεφύροντο και μετά των τετελεσμένων έθυον και ο λαός ου συνιών συνεπλέκετο μετά πόρνης 15 συ δε Ισραήλ μη αγνόει και Ιούδα μη εισπορεύεσθε εις Γάλγαλα και μη αναβαίνετε εις τον οίκον Ων και μη ομνύετε ζη κύριος 16 ότι ως δάμαλις παροιστρώσα παροίστρησεν Ισραήλ νυν νεμήσει αυτούς κύριος ως αμνόν εν ευρυχώρω 17 μέτοχος ειδώλων Εφραϊμ έθηκεν αυτώ σκάνδαλα 18 ηρέτισε Χαναναίους πορνεύοντες εξεπόρνευσαν και ηγάπησαν ατιμίαν εκ φρυάγματος αυτών 19 συστροφή πνεύματος συ ει εν πτέρυξιν αυτής και καταισχυνθήσονται εκ των θυσιαστηρίων αυτών
Copyright information for ABPGRK