Hosea 5

CHAPTER 5

Judgment against Israel and Ephraim

1ακούσατε ταύτα οι ιερείς και προσέχετε οίκος Ισραήλ και οίκος του βασιλέως ενωτίζεσθε διότι προς υμάς εστι το κρίμα ότι παγίς εγενήθητε τη σκοπιά και ως δίκτυον εκτεταμένον επί το Ταβώρ 2ο οι αγρεύοντες την θήραν κατέπηξαν εγώ δε παιδευτής υμών 3εγώ έγνων τον Εφραϊμ και Ισραήλ ουκ απέστη απ΄ εμού διότι νυν εξεπόρνευσεν Εφραϊμ εμιάνθη Ισραήλ 4ουκ έδωκαν τα διαβούλια αυτών του επιστρέψαι προς τον θεόν αυτών ότι πνεύμα πορνείας έστι εν μέσω αυτών τον δε κύριον ουκ επέγνωσαν 5και ταπεινωθήσεται η ύβρις του Ισραήλ εις πρόσωπον αυτού και Ισραήλ και Εφραϊμ ασθενήσουσιν εν ταις αδικίαις αυτών και ασθενήσει και Ιούδας μετ΄ αυτών 6μετά προβάτων και μόσχων πορεύσονται του εκζητήσαι τον κύριον και ου μη εύρωσιν αυτόν εκκέκλικεν απ΄ αυτών 7ότι τον κύριον εγκατέλιπον ότι τέκνα αλλότρια εγεννήθησαν αυτοίς νυν καταφάγεται αυτούς η ερυσίβη και τους κλήρους αυτών

Days of Reproof

8σαλπίσατε σάλπιγγι επί τους βουνούς ηχήσατε επί των υψηλών κηρύξατε εν τω οίκω ων εξέστη Βενιαμίν 9Εφραϊμ εις αφανισμόν εγένετο εν ημέραις ελέγχου εν ταις φυλαίς του Ισραήλ έδειξα πιστά 10εγένοντο οι άρχοντες Ιούδα ως μετατιθέντες όρια επ΄ αυτούς εκχεώ ως ύδωρ το όρμημά μου 11κατεδυνάστευσεν Εφραϊμ τον αντίδικον αυτού κατεπάτησε το κρίμα ότι ήρξατο πορεύεσθαι οπίσω των ματαίων 12και εγώ ως ταραχή τω Εφραϊμ και ως κέντρον τω οίκω Ιούδα 13και είδεν Εφραϊμ την νόσον αυτού και Ιούδας την οδύνην αυτού και επορεύθη Εφραϊμ προς Ασσυρίους και απέστειλε πρέσβεις προς βασιλέα Ιαρείμ και αυτός ουκ ηδυνήθη ρύσασθαι και ου μη διαπαύση εξ υμών οδύνη 14διότι εγώ ειμι ως πάνθηρ τω Εφραϊμ και ως λέων τω οίκω Ιούδα και εγώ αρπώμαι και πορεύσομαι και λήψομαι και ουκ έσται ο εξαιρούμενος 15πορεύσομαι και επιστρέψω εις τον τόπον μου έως ου αφανισθώσι και ζητήσουσι το πρόσωπόν μου
Copyright information for ABPGRK