Hosea 6

CHAPTER 6

Judah and Israel Violate the Covenant

εν τη θλίψει αυτών ορθριούσι προς με λέγοντες πορευθώμεν και επιστρέψωμεν προς κύριον τον θεόν ημών ότι αυτός ήρπακε και ιάσεται ημάς πατάξει και μοτώσει ημάς υγιάσει ημάς μετά δύο ημέρας εν τη ημέρα τη τρίτη αναστησόμεθα και ζησόμεθα ενώπιον αυτού και γνωσόμεθα και διώξωμεν του γνώναι τον κύριον ως όρθρον έτοιμον ευρήσομεν αυτόν και ήξει ημίν ως υετός πρωϊμος και όψιμος τη γη τι σοι ποιήσω Εφραϊμ τι σοι ποιήσω Ιούδα το δε έλεος υμών ως νεφέλη πρωϊνή και ως δρόσος ορθρινή πορευομένη διά τούτο απεθέρισα υμών τους προφήτας απέκτεινα αυτούς εν ρήματι στόματός μου και το κρίμά σου ως φως εξελεύσεται διότι έλεος θέλω και ου θυσίαν και επίγνωσιν θεού μάλλον ολοκαυτώματα αυτοί δε εισιν ως άνθρωπος παραβαίνων διαθήκην εκεί κατεφρόνησάν μου Γαλαάδ πόλις εργαζομένη μάταια ταράσσουσα ύδωρ και η ισχύς σου ανδρός πειράτου έκρυψαν ιερείς οδόν εφόνευσαν Σίκιμα ότι ανομίαν εποίησαν εν τω οίκω του Ισραήλ 10 είδον φρικώδη εκεί πορνείαν του Εφραϊμ εμιάνθη Ισραήλ και Ιούδας 11 άρχου τρυγάν σεαυτώ εν τω επιστρέφειν με την αιχμαλωσίαν του λαού μου
Copyright information for ABPGRK