Hosea 8

CHAPTER 8

Apostasy of Israel

εις κόλπον αυτών ως γη ως αετός επί οίκον κυρίου ανθ΄ ων παρέβησαν την διαθήκην μου και κατά του νόμου μου ησέβησαν εμέ κεκράξονται ο θεός εγνώκαμεν σε ότι Ισραήλ απερρίψατο αγαθά εχθρόν κατεδίωξαν εαυτοίς εβασίλευσαν και ου δι΄ εμού ήρξαν και ουκ εγνώρισάν μοι το αργύριον αυτών και το χρυσίον αυτών εποίησαν εαυτοίς είδωλα όπως εξολοθρευθώσιν απόρριψαι τον μόσχον σου Σαμάρεια παρωξύνθη ο θυμός μου επ΄ αυτούς έως τίνος ου μη δύνωνται καθαρισθήναι εν τω Ισραήλ και αυτό τέκτων εποίησε και ου θεός εστι διότι πλανών ην ο μόσχος σου Σαμάρεια ότι ανεμόφθορα έσπειραν και η καταστροφή αυτών εκδέξεται αυτά δράγμα ουκ έχον ισχύν του ποιήσαι άλευρον εάν δε και ποιήση αλλότριοι καταφάγονται αυτό κατεπόθη Ισραήλ νυν εγένετο εν τοις έθνεσιν ως σκεύος άχρηστον ότι αυτοί ανέβησαν εις Ασσυρίους ανέθαλε καθ΄ εαυτόν Εφραϊμ δώρα ηγάπησεν 10 διά τούτο παραδοθήσονται εν τοις έθνεσι νυν εισδέξομαι αυτούς και κοπάσουσι μικρόν του χρίειν βασιλέα και άρχοντας 11 ότι επλήθυνεν Εφραϊμ θυσιαστήρια εις αμαρτίας εγένοντο αυτώ θυσιαστήρια ηγαπημένα 12 καταγράψω αυτώ πλήθος τα νόμιμα αυτού εις αλλότρια ελογίσθησαν θυσιαστήρια τα ηγαπημένα 13 διότι εάν θύσωσι θυσίαν και φάγωσι κρέα κύριος ου προσδέξεται αυτά νυν μνησθήσεται αδικίας αυτών και εκδικήσει τας αμαρτίας αυτών αυτοί εις Αίγυπτον απέστρεψαν 14 και επελάθετο Ισραήλ του ποιήσαντος αυτόν και ωκοδόμησαν τεμένη και Ιούδας επλήθυνε πόλεις τετειχισμένας και εξαποστελώ πυρ εις τας πόλεις αυτού και καταφάγεται τα θεμέλια αυτού
Copyright information for ABPGRK