Isaiah 1

CHAPTER 1

The Vision against Judea and Jerusalem

1όρασις ην είδεν Ησαϊας υιός Αμώς ην είδε κατά της Ιουδαίας και κατά Ιερουσαλήμ εν βασιλεία Οζίου και Ιωαθάμ και Άχαζ και Εζεκίου οι εβασίλευσαν της Ιουδαίας 2άκουε ουρανέ και ενωτίζου γη ότι κύριος ελάλησεν υιούς εγέννησα και ύψωσα αυτοί δε με ηθέτησαν 3έγνω βους τον κτησάμενον και όνος την φάτνην του κυρίου αυτού Ισραήλ δε με ουκ έγνω και ο λαός με ου συνήκεν 4ουαί έθνος αμαρτωλόν λαός πλήρης αμαρτιών σπέρμα πονηρόν υιοί άνομοι εγκατελίπατε τον κύριον και παρωργίσατε τον άγιον του Ισραήλ απηλλοτριώθησαν εις τα οπίσω 5τι έτι πληγήτε προστιθέντες ανομίαν πάσα κεφαλή εις πόνον και πάσα καρδία εις λύπην 6από ποδών έως κεφαλής ουκ έστιν εν αυτώ ολοκληρία ούτε τραύμα ούτε μώλωψ ούτε πληγή φλεγμαίνουσα ουκ έστι μάλαγμα επιθείναι ούτε έλαιον ούτε καταδέσμους 7η γη υμών έρημος αι πόλεις υμών πυρίκαυστοι την χώραν υμών ενώπιον υμών αλλότριοι κατεσθίουσιν αυτήν και ηρήμωται κατεστραμμένη υπό λαών αλλοτρίων 8εγκαταλειφθήσεται η θυγάτηρ Σιών ως σκηνή εν αμπελώνι και ως οπωροφυλάκιον εν σικυηράτω ως πόλις πολιορκουμένη 9και ει μη κύριος σαβαώθ εγκατέλιπεν ημίν σπέρμα ως Σόδομα αν εγενήθημεν και ως Γόμορρα αν ωμοιώθημεν 10ακούσατε λόγον κυρίου άρχοντες Σοδόμων προσέχετε νόμον θεού ημών λαός Γομόρρας 11τι μοι πλήθος των θυσιών υμών λέγει κύριος πλήρης ειμί ολοκαυτωμάτων κριών και στέαρ αρνών και αίμα ταύρων και τράγων ου βούλομαι 12ουδ΄ αν έρχησθε οφθήναί μοι τις γαρ εξεζήτησε ταύτα εκ των χειρών υμών πατείν την αυλήν μου ου προσθήσεσθε 13εάν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοι εστί τας νουμηνίας υμών και τα σάββατα και ημέραν μεγάλην ουκ ανέχομαι 14νηστείαν και αργίαν και τας νουμηνίας υμών και τας εορτάς υμών μισεί η ψυχή μου εγενήθητέ μοι εις πλησμονήν ουκέτι ανήσω τας αμαρτίας υμών 15όταν εκτείνητε τας χείρας αποστρέψω τους οφθαλμούς μου αφ΄ υμών και εάν πληθύνητε την δέησιν ουκ εισακούσομαι υμών αι γαρ χείρες υμών αίματος πλήρεις 16λούσασθε καθαροί γίνεσθε αφέλετε τας πονηρίας από των ψυχών υμών απέναντι των οφθαλμών μου παύσασθε από των πονηριών υμών 17μάθετε καλόν ποιείν εκζητήσατε κρίσιν ρύσασθε αδικούμενον κρίνατε ορφανώ και δικαιώσατε χήραν 18και δεύτε διελεγχθώμεν λέγει κύριος και εάν ώσιν αι αμαρτίαι υμών ως φοινικούν ως χίονα λευκανώ εάν δε ώσιν ως κόκκινον ως έριον λευκανώ 19και εάν θέλητε και εισακούσητέ μου τα αγαθά της γης φάγεσθε 20εάν δε μη θέλητε μηδέ εισακούσητέ μου μάχαιρα υμάς κατέδεται το γαρ στόμα κυρίου ελάλησε ταύτα

Zion the Harlot City

21πως εγένετο πόρνη πόλις πιστή Σιών πλήρης κρίσεως εν η δικαιοσύνη εκοιμήθη εν αυτή νυν δε φονευταί 22το αργύριον υμών αδόκιμον οι κάπηλοί σου μίσγουσι τον οίνον ύδατι 23οι άρχοντές σου απειθούσι κοινωνοί κλεπτών αγαπώντες δώρα διώκοντες ανταπόδομα ορφανοίς ου κρίνοντες και κρίσιν χηρών ου προσέχοντες 24διά τούτο τάδε λέγει ο δεσπότης κύριος σαβαώθ ουαί οι ισχύοντες Ισραήλ ου παύσεται γαρ μου ο θυμός εν τοις υπεναντίοις και κρίσιν εκ των εχθρών μου ποιήσω 25και επάξω την χείρά μου επί σε και πυρώσω σε εις καθαρόν τους δε απειθούντας απολέσω και αφελώ πάντας ανόμους από σου 26και πάντας υπερηφάνους ταπεινώσω και επιστήσω τους κριτάς σου ως το πρότερον και τους συμβούλους σου ως το απ΄ αρχής και μετά ταύτα κληθήση πόλις δικαιοσύνης μητρόπολις πιστή Σιών 27μετά γαρ κρίματος σωθήσεται η αιχμαλωσία αυτής και μετά ελεημοσύνης 28και συντριβήσονται οι άνομοι και οι αμαρτωλοί άμα και οι εγκαταλιπόντες τον κύριον συντελεσθήσονται 29διότι αισχυνθήσονται από των ειδώλων αυτών α αυτοί ηβούλοντο και επησχύνθησαν επί τοις κήποις α επεθύμησαν 30έσονται γαρ ως τερέβινθος αποβεβληκύια τα φύλλα και ως παράδεισος ύδωρ μη έχων 31και έσται η ισχύς αυτών ως καλάμη στιππύου και αι εργασίαι αυτών ως σπινθήρες και κατακαυθήσονται οι άνομοι και οι αμαρτωλοί άμα και ουκ έσται ο σβέσων
Copyright information for ABPGRK