Isaiah 10

CHAPTER 10

Judgment against Oppressors

1ουαί τοις γράφουσι πονηρίαν γράφοντες γαρ πονηρίαν γράφουσιν 2εκκλίνοντες κρίσιν πτωχών αρπάζοντες κρίμα πενήτων του λαού μου ώστε είναι αυτοίς χήραν εις διαρπαγήν και ορφανόν εις προνομήν 3και τι ποιήσουσιν εν τη ημέρα της επισκοπής η γαρ θλίψις υμίν πόρρωθεν ήξει και προς τίνα καταφεύξεσθε του βοηθήναι και που καταλείψετε την δόξαν υμών 4του μη εμπεσείν εις απαγωγήν και υποκάτω ανηρημένων πεσούνται και επί πάσι τούτοις ουκ απεστράφη η οργή αυτού αλλ΄ έτι η χειρ αυτού υψηλή 5ουαί Ασσυρίοις η ράβδος του θυμού μου και οργή εστιν εν ταις χερσίν αυτών 6την οργήν μου εις έθνος άνομον αποστελώ και τω εμώ λαώ συντάξω ποιήσαι σκύλα και προνομήν και καταπατείν τας πόλεις και θείναι αυτάς εις κονιορτόν 7αυτός δε ουχ ούτως ενεθυμήθη και τη ψυχή ουχ ούτω λελόγισται αλλά απαλλάξει ο νους αυτού και του εξολοθρεύσαι έθνη ουκ ολίγα 8και εάν είπωσιν αυτώ συ μόνος ει άρχων 9και ερεί ουκ έλαβον την χώραν την επάνω Βαβυλώνος και Χαλάνης ου ο πύργος ωκοδομήθη και έλαβον Αραβίαν και Δαμασκόν και Σαμάρειαν 10ον τρόπον έλαβον ταύτας πάσας τας αρχάς λήψομαι ολολύξατε τα γλυπτά εν Ιερουσαλήμ και εν Σαμαρεία 11ον τρόπον γαρ εποίησα Σαμαρεία και τοις χειροποιήτοις αυτής ούτω ποιήσω και τη Ιερουσαλήμ και τοις ειδώλοις αυτής 12και έσται όταν συντελέση κύριος πάντα ποιών εν τω όρει Σιών και Ιερουσαλήμ επάξει επί τον νουν τον μεγαν επί τον άρχοντα των Ασσυρίων και επί το ύψος της δόξης των οφθαλμών αυτού 13είπε γαρ εν τη ισχύϊ ποιήσω και εν τη σοφία της συνέσεως αφελώ όρια εθνών και την ισχύν αυτών προνομεύσω 14και σείσω πόλεις κατοικουμένας και την οικουμένην όλην καταλήψομαι τη χειρί ως νοσσιάν και ως καταλελειμμένα ωά αρώ και ουκ έστιν ος διαφεύξεταί με η αντείπη μοι και ανοίγων στόμα και στρουθίζων 15μη δοξασθήσεται αξίνη άνευ του κόπτοντος εν αυτή η υψωθήσεται πρίων άνευ του έλκοντος αυτόν ωσαύτως εάν τις άρη ράβδον η ξύλον και ουχ ούτως 16αλλά αποστελεί κύριος σαβαώθ εις την σην τιμήν ατιμίαν και εις την σην δόξαν πυρ καιόμενον καυθήσεται 17και έσται το φως του Ισραήλ εις πυρ και αγιάσει αυτήν εν πυρί καιομένω και φάγεται ωσεί χόρτον την ύλην τη ημέρα εκείνη 18αποσβεσθήσεται τα όρη και οι βουνοί και οι δρυμοί και καταφάγεται από ψυχής έως σαρκών και έσται ο φεύγων ως ο φεύγων από φλογός καιομένης 19και οι καταλειφθέντες αυτών αριθμός έσονται και παιδίον μικρόν γράψει αυτούς

The Returning Remnant

20και έσται εν τη ημέρα εκείνη ουκέτι προστεθήσεται το καταλειφθέν Ισραήλ και οι σωθέντες του Ιακώβ ουκέτι μη πεποιθότες ώσιν επί τους αδικήσαντας αυτούς αλλ΄ έσονται πεποιθότες επί τον θεόν τον άγιον του Ισραήλ τη αληθέια 21και έσται το καταλειφθέν του Ιακώβ επί θεόν ισχύοντα 22και εάν γένηται ο λαός Ισραήλ ως η άμμος της θαλάσσης το κατάλειμμα αυτών σωθήσεται 23λόγον γαρ συντελών και συντέμνων εν δικαιοσύνη ότι λόγον συντετμημένον κύριος κύριος δυνάμεων ποιήσει εν τη οικουμένη όλη 24διά τούτο τάδε λέγει κύριος σαβαώθ μη φοβού λαός μου οι κατοικούντες εν Σιών από Ασσυρίων ότι εν ράβδω πατάξει σε πληγήν γαρ επάγει επί σε του ιδείν οδόν Αιγύπτου 25έτι γαρ μικρόν και παύσεται η οργή ο δε θυμός μου επί την βουλήν αυτών 26και εγερεί απ΄ αυτούς κύριος ο θεός των δυνάμεων κατά την πληγήν Μαδιάμ εν τόπω θλίψεως και ο θυμός αυτού τη οδώ τη κατά θάλασσαν εις την οδόν την κατ΄ Αίγυπτον 27και έσται εν τη ημέρα εκείνη αφαιρεθήσεται ο ζυγός αυτού από του ώμου σου και ο φόβος αυτού από σου και καταφθαρήσεται ο ζυγός από των ώμων υμών 28ήξει γαρ εις την πόλιν Αγγαϊ και παρελεύσεται εις Μαγγεδώ και εν Μαχμάς θήσει τα σκεύη αυτού 29και παρελεύσεται φάραγγα και ήξει εις Αγγαϊ φόβος λήψεται Ραμά πόλιν Σαούλ φεύξεται 30χρεμέτισον φωνήν σου θυγάτηρ Γαλλίμ επάκουσεται Λαϊσα επακούσεται εν Αναθώθ 31και εξέστη Μαδεβηνά και οι κατοικούντες Γεβίμ 32παρακαλείτε σήμερον εν οδώ του μείναι παρακαλείτε εν τω όρει την θυγατέρα Σιών και οι βουνοί εν Ιερουσαλήμ 33ιδού ο δεσπότης κύριος σαβαώθ συνταράσσει τους ενδόξους μετά ισχύος και οι υψηλοί τη ύβρει συντριβήσονται και οι υψηλοί ταπεινωθήσονται 34και πεσούνται υψηλοί μαχαίρα ο δε Λίβανος συν τοις υψηλοίς πεσείται
Copyright information for ABPGRK