Isaiah 16

CHAPTER 16

The Destruction of Moab

αποστελώ αμνόν κυριεύοντα επί την γην μη πέτρα έρημός εστι το όρος της θυγατρός Σιών έση γαρ ως πετεινού ανιπταμένου νεοσσός αφηρημένος θυγάτηρ Μωάβ έπειτα δε Αρνών πλείονα βουλεύου ποιεί τε σκέπην πένθους αυτη διαπαντός εν μεσημβρινή σκοτία φεύγουσιν εξέστησαν μη αχθής παροικήσουσί σοι οι φυγάδες Μωάβ έσονται σκέπη υμίν από προσώπου διώκοντος ότι ήρθη η συμμαχία σου και ο άρχων απώλετο ο καταπατών από της γης και διορθωθήσεται μετ΄ ελέους θρόνος και καθιείται επ΄ αυτού μετά αληθείας εν σκηνή Δαυίδ κρίνων και εκζητών κρίμα και σπεύδων δικαιοσύνην ηκούσαμεν την ύβριν Μωάβ υβριστήν σφόδρα την υπερηφανίαν και την ύβριν αυτού και η μήνις αυτού ουχ ούτως μαντεία σου ολολύξει Μωάβ εν γαρ τη Μωαβίτιδι πάντες ολολύξουσι εν τοις κατοικούσι δε Σεθ μελετήσεις και ουκ εντραπήσεις τα πεδία Εσεβών πενθήσει άμπελος Σεβαμά καταπίνοντες τα έθνη καταπατήσαντες τας αμπέλους αυτής έως Ιαζήρ ου μη συνάψητε πλανήθητε την έρημον οι απεσταλμένοι απ΄ αυτής εγκατελείφθησαν διέβησαν γαρ την θάλασσαν διά τούτο κλαύσομαι ως τον κλαυθμόν Ιαζήρ άμπελον Σεβαμά τα δένδρα σου κατέβαλεν Εσεβών και Ελεάλη ότι επί τω θερισμώ και επί τω τρυγητώ σου καταπατήσω και πάντα πεσούνται 10 και αρθήσεται ευφροσύνη και αγαλλίαμα εκ των αμπέλωνων και εν τοις αμπελώσι σου ου μη ευφρανθήσονται και ου μη πατήσουσιν οίνον εις τα υπολήνια πέπαυται γαρ 11 διά τούτο η κοιλία μου επί Μωάβ ως κιθάρα ηχήσει και τα εντός μου ως τείχος ενεκαίνισας 12 και έσται εις το εντραπήναί σε ότι εκοπίασε Μωάβ επί τοις βωμοίς και εισελεύσεται εις τα χειροποίητα αυτής ώστε προσεύξασθαι και ου μη δύνηται εξελέσθαι αυτήν 13 τούτο το ρήμα ο ελάλησε κύριος επί Μωάβ 14 και νυν ελάλησε κύριος λέγων εν τρισίν έτεσιν ετών μισθωτού ατιμασθήσεται η δόξα Μωάβ εν παντί τω πλούτω τω πολλώ και καταλειφθήσεται ολιγοστός και ουκ έντιμος
Copyright information for ABPGRK