Isaiah 19

CHAPTER 19

The Vision of Egypt

1όρασις Αιγύπτου ιδού κύριος κάθηται επί νεφέλης κούφης και ήξει εις Αίγυπτον και σεισθήσεται τα χειροποίητα Αιγύπτου από προσώπου αυτού και η καρδία αυτών ηττηθήσεται εν αυτοίς 2και επεγερθήσονται Αιγύπτιοι επ΄ Αιγυπτίους και πολεμήσει άνθρωπος τον αδελφόν αυτού και άνθρωπος τον πλησίον αυτού πόλις επί πόλιν και νόμος επί νόμον 3και ταραχθήσεται το πνεύμα των Αιγυπτίων εν αυτοίς και την βουλήν αυτών διασκεδάσω και επερωτήσουσι τους θεούς αυτών και τα αγάλματα αυτών και τους εκ της γης φωνούντας και τους εγγαστριμύθους 4και παραδώσω την Αίγυπτον εις χείρας ανθρώπων κυρίων σκληρών και βασιλείς σκληροί κυριεύσουσιν αυτών τάδε λέγει κύριος σαβαώθ 5και πίονται οι Αιγύπτιοι ύδωρ το παρά θάλασσαν ο δε ποταμός εκλείψει και ξηρανθήσεται 6και εκλείψουσιν οι ποταμοί και αι διώρυγες του ποταμού και ξηρανθήσεται πάσα συναγωγή ύδατος και εν παντί έλει καλάμου και παπύρου 7και το χλωρόν παν το κύκλω του ποταμού και παν το σπειρόμενον διά του ποταμού ξηρανθήσεται ανεμοφθόρον 8και στενάξουσιν οι αλιείς και στενάξουσι πάντες οι βάλλοντες άγκιστρον εις τον ποταμόν και οι βάλλοντες σαγήνας και οι αμφιβολείς πενθήσουσι 9και αισχύνη λήψεται τους εργαζομένους το λινόν το σχιστόν και τους εργαζομένους την βύσσον 10και έσονται οι εργαζόμενοι αυτά εν οδύνη και πάντες οι ποιούντες τον ζύθον λυπηθήσονται και τας ψυχάς πονέσουσι 11και μωροί έσονται οι άρχοντες Τάνεως οι σοφοί σύμβουλοι του βασιλέως η βουλή αυτών μωρανθήσεται πως ερείτε τω βασιλεί υιοί συνετών ημείς υιοί βασιλέων των εξ αρχής 12που εισι νυν οι σοφοί σου και αναγγειλάτωσάν σοι και ειπάτωσαν τι βεβούλευται κύριος σαβαώθ επ΄ Αίγυπτον 13εξέλιπον οι άρχοντες Τάνεως και υψώθησαν οι άρχοντες Μέμφεως και πλανήσουσιν Αίγυπτον και τας φυλάς 14κυριός γαρ εκέρασεν αυτοίς πνεύμα πλανήσεως και επλάνησαν Αίγυπτον εν πάσι τοις έργοις αυτής ως πλανάται ο μεθύων και ο εμών άμα 15και ουκ έσται τοις Αιγυπτίοις έργον ο ποιήσει κεφαλήν και ουράν και αρχήν και τέλος 16τη ημέρα εκείνη έσονται οι Αιγύπτιοι ως γυναίκες εν φόβω και εν τρόμω από προσώπου της χειρός κυρίου σαβαώθ ην αυτός επιβαλεί αυτοίς 17και έσται η χώρα των Ιουδαίων τοις Αιγυπτίοις εις φόβητρον πας ος εάν ονομάση αυτήν αυτοίς φοβηθήσονται διά την βουλήν ην κύριος σαβαώθ βεβούλευται επ΄ αυτήν

Egypt, Assyria, and Israel Blessed

18τη ημέρα εκείνη έσονται πέντε πόλεις εν τη Αιγύπτω λαλούσαι τη γλώσση τη Χαναανίτιδι και ομνύοντες τω ονόματι κυρίου σαβαώθ πόλις Ασεδεκ κληθήσεται η μία πόλις 19τη ημέρα εκείνη έσται θυσιαστήριον τω κυρίω εν χώρα Αιγυπτίων και στήλη προς το όριον αυτής τω κυρίω 20και έσται εις σημείον εις τον αιώνα κυρίω εν χώρα Αιγύπτου ότι κεκράξονται προς κύριον διά τους θλίβοντας αυτούς και αποστελεί αυτοίς άνθρωπον ος σώσει αυτούς κρίνων σώσει αυτούς 21και γνωστός έσται κύριος τοις Αιγυπτίοις και γνώσονται οι Αιγύπτιοι τον κύριον εν τη ημέρα εκείνη και ποιήσουσι θυσίαν και δώρον και εύξονται ευχάς τω κυρίω και αποδώσουσι 22και πατάξει κύριος τους Αιγυπτίους πληγή και ιάσεται αυτούς και επιστραφήσονται προς κύριον και εισακούσεται αυτών και ιάσεται αυτούς ιάσει 23τη ημέρα εκείνη έσται οδός Αιγύπτου προς Ασσυρίους και εισελεύσονται Ασσύριοι εις Αίγυπτον και Αιγύπτιοι πορεύσονται προς Ασσυρίους και δουλεύσουσιν οι Αιγύπτιοι τοις Ασσυρίοις 24τη ημέρα εκείνη έσται Ισραήλ τρίτος εν τοις Αιγυπτίοις και εν τοις Ασσυρίοις ευλογημένος εν τη γη 25ην ευλόγησε κύριος σαβαώθ λέγων ευλογημένος ο λαός μου ο εν Αιγύπτω και ο εν Ασσυρίοις και η κληρονομία μου Ισραήλ
Copyright information for ABPGRK