Isaiah 20

CHAPTER 20

Isaiah Goes Barefoot and Naked

1του έτους ου εισήλθε Ταναθάν εις Άζωτον ηνίκα απεστάλη υπό Ναρνά βασιλέως Ασσυρίων και επολέμησε την Άζωτον και κατελάβετο αυτήν 2τότε ελάλησε κύριος προς Ησαϊαν υιόν Αμως λέγων πορεύου και άφελε τον σάκκον από της οσφύος σου και τα σανδάλιά σου υπόλυσαι από των ποδών σου και ποίησεν ούτως πορευόμενος γυμνός και ανυπόδετος 3και είπε κύριος ον τρόπον πεπόρευται Ησαϊας ο παις μου γυμνός και ανυπόδετος τρία έτη έσται σημεία και τέρατα τοις Αιγυπτίοις και Αιθίοψιν 4ότι ούτως άξει βασιλεύς Ασσυρίων την αιχμαλωσίαν Αιγύπτου και Αιθιόπων νεανίσκους και πρεσβύτας γυμνούς και ανυποδέτους ανακεκαλυμμένους την αισχύνην Αιγύπτου 5και αισχυνθήσονται ηττηθέντες επί τοις Αιθίοψιν εφ΄ οις ήσαν πεποιθότες οι Αιγύπτιοι ήσαν γαρ αυτοίς δόξα 6και ερούσιν οι κατοικούντες εν τη νήσω ταύτη εν τη ημέρα εκείνη ιδού ημείς ήμεν πεποιθότες του φυγείν εις αυτούς εις βοήθειαν οι ουκ ηδύναντο σωθήναι από βασιλέως Ασσυρίων και πως ημείς σωθησόμεθα
Copyright information for ABPGRK