Isaiah 24

CHAPTER 24

The Desolation of the Inhabitable World

ιδού κύριος καταφθείρει την οικουμένην όλην και ερημώσει αυτήν και ανακαλύψει το πρόσωπον αυτής και διασπερεί τους ενοικούντας εν αυτή και έσται ο λαός ως ιερεύς και ο παις ως ο κύριος και η θεράπαινα ως η κυρία έσται ο αγοράζων ως ο πωλών ο δανείζων ως ο δανειζόμενος και ο οφείλων ως ω οφείλει φθορά φθαρήσεται η γη και προνομή προνομευθήσεται η γη το γαρ στόμα κυρίου ελάλησε ταύτα επένθησεν η γη και εφθάρη η οικουμένη επένθησαν οι υψηλοί της γης και η γη ηνόμησε διά τους κατοικούντας αυτήν διότι παρέβησαν τον νόμον κυρίου και διεσκέδασαν και ήλλαξαν τα προστάγματα διαθήκην αιώνιον διά τούτο αρά έδεται την γην ότι ημάρτοσαν οι κατοικούντες αυτήν διά τούτο πτωχοί έσονται οι ενοικούντες εν τη γη και καταλειφθήσονται άνθρωποι ολίγοι πενθήσει οίνος πενθήσει άμπελος στενάξουσι πάντες οι ευφραινόμενοι την ψυχήν πέπαυται ευφροσύνη τυμπάνων πέπαυται αυθάδεια και πλούτος ασεβών πέπαυται φωνή κιθάρας ησχύνθησαν ουκ έπιον οίνον πικρόν εγένετο το σίκερα τοις πίνουσιν 10 ηρημώθη πάσα πόλις κλείσει οικίαν του μη εισελθείν 11 ολολύζετε περί του οίνου πανταχή πέπαυται πάσα ευφροσύνη της γης απήλθε πάσα ευφροσύνη της γης 12 και καταλειφθήσονται πόλεις έρημοι και οίκοι εγκαταλελειμμένοι απολούνται 13 ταύτα πάντα έσονται εν τη γη εν μέσω των εθνών ον τρόπον εάν τις καλαμήσηται ελαίαν ούτως καλαμήσονται αυτούς και εάν παύσηται ο τρυγητός 14 και ούτοι φωνή βοήσονται οι δε καταλειφθέντες επί της γης ευφρανθήσονται άμα τη δόξη κυρίου ταραχθήσεται το ύδωρ της θαλάσσης 15 διά τούτο η δόξα κυρίου εν ταις νήσοις έσται της θαλάσσης το όνομα κυρίου ένδοξον έσται 16 κύριε ο θεός Ισραήλ από των πτερύγων της γης τέρατα ηκούσαμεν ελπίς τω ευσεβεί και ερούσιν ουαί τοις αθετούσιν οι αθετούντες τον νόμον 17 φόβος και βόθυνος και παγίς εφ΄ υμάς τους ενοικούντας επί της γης 18 και έσται ο φεύγων τον φόβον εμπεσείται εις τον βόθυνον και ο εκβαίνων εκ του βοθύνου αλώσεται υπό της παγίδος ότι θυρίδες εκ του ουρανού ανεώχθησαν και σεισθήσεται τα θεμέλια της γης 19 ταραχή ταραχθήσεται η γη και απορία απορηθήσεται η γη 20 έκλινεν και σεισθήσεται ως οπωροφυλάκιον η γη ως ο μεθύων και κραιπαλών και πεσείται και ου μη δύνηται αναστήναι κατίσχυσε γαρ επ΄ αυτής η ανομία 21 και έσται εν τη ημέρα εκείνη επάξει ο θεός επί τον κόσμον του ουρανού την χείρα και επί τους βασιλείς της γης 22 και συνάξουσι συναγωγήν αυτής και αποκλείσουσιν εις οχύρωμα και εις δεσμωτήριον διά πολλών γενεών επισκοπή έσται αυτών 23 και τακήσεται η πλίνθος και πεσείται το τείχος και εντραπήσεται η σελήνη και αισχυνθήσεται ο ήλιος ότι βασιλεύσει κύριος εν Σιών και εξ Ιερουσαλήμ και ενώπιον των πρεσβυτέρων δοξασθήσεται
Copyright information for ABPGRK