Isaiah 25

CHAPTER 25

Praise to The LORD

κύριε ο θεός μου δοξάσω σε υμνήσω το όνομά σου ότι εποίησας θαυμαστά πράγματα βουλήν αρχαίαν αληθινήν γένοιτο ότι έθηκας πόλεις εις χώμα πόλεις οχυράς του μη πεσείν αυτών τα θεμέλια των ασεβών πόλις τον αιώνα ου μη οικοδομηθή διά τούτο ευλογήσει σε ο λαός πτωχός και πόλεις ανθρώπων αδικουμένων ευλογήσουσί σε εγένου γαρ πάση πόλει ταπεινή βοηθός και τοις αθυμήσασι δι΄ ένδειαν σκέπη από ανθρώπων πονηρών ρύση αυτούς σκέπη διψώντων και πνεύμα ανθρώπων αδικουμένων ως άνθρωποι ολιγόψυχοι διψώντες εν Σιών ότι ρύση αυτούς από ανθρώπων ασεβών οις ημάς παρέδωκας και ποιήσει κύριος σαβαώθ πάσι τοις έθνεσιν επί το όρος τούτο πίονται εν ευφροσύνην πίονται οίνον χρίσονται μύρον εν τω όρει τούτω παράδος ταύτα πάντα τοις έθνεσιν η γαρ βουλή αύτη επί πάντα τα έθνη κατέπιεν ο θάνατος ισχύσας και πάλιν αφείλε κύριος ο θεός παν δάκρυον από παντός προσώπου το όνειδος του λαού αφείλεν από πάσης της γης το γαρ στόμα κυρίου ελάλησε και ερούσι τη ημέρα εκείνη ιδού ο θεός ημών εφ ω ηλπίζομεν και σώσει ημάς ούτος κύριος υπεμείναμεν αυτώ και ηγαλλιώμεθα και ευφρανθησόμεθα επί τη σωτηρία ημών 10 ανάπαυσιν δώσει ο θεός επί το όρος τούτο και καταπατηθήσεται η Μωαβίτις ον τρόπον πατούσιν άλωνα εν αμάξαις 11 και ανήσει τας χείρας αυτού ον τρόπον και αυτός εταπείνωσε του απολέσαι και ταπεινώσει την ύβριν αυτού εφ΄ α τας χείρας επέβαλε 12 και το ύψος της καταφυγής του οίκου σου ταπεινώσει και καταβήσεται έως του εδάφους
Copyright information for ABPGRK