Isaiah 26

CHAPTER 26

A Song of Deliverance

1τη ημέρα εκείνη άσονται το άσμα τούτο επί γης της Ιουδαίας ιδού πόλις ισχυρά και σωτήριον ημών θήσει το τείχος και περίτειχος 2ανοίξατε πύλας εισελθέτω λαός φυλάσσων δικαιοσύνην και φυλάσσων αλήθειαν 3αντιλαμβανόμενος αληθείας και φυλάσσων ειρήνην 4ότι επί σοι ηλπίσαμεν κύριε έως του αιώνος ο θεός ο μέγας ο αιώνιος 5ος ταπεινώσας κατήγαγεν τους ενοικούντας εν υψηλοίς πόλεις οχυράς καταβαλείς και κατάξεις έως εδάφους 6και πατήσουσιν αυτάς πόδες πραέων και ταπεινών βήματα 7οδός ευσεβών ευθεία εγένετο και παρεσκευασμένη η οδός των ευσεβών 8η γαρ οδός κυρίου κρίσις ηλπίσαμεν επί τω ονόματί σου και επί τη μνεία 9η επιθύμει η ψυχή ημών εκ νυκτός ορθρίζει το πνεύμά μου προς σε ο θεός διότι φως τα προστάγματά σου επί της γης δικαιοσύνην μάθετε οι ενοικούντες επί της γης 10πέπαυται γαρ ο ασεβής ου μη μάθη δικαιοσύνην επί της γης αλήθειαν ου μη ποιήση αρθήτω ο ασεβής ίνα μη ίδη την δόξαν κυρίου 11κύριε υψηλός σου ο βραχίων και ουκ ήδεισαν γνόντες δε αισχυνθήσονται ζήλος λήψεται λαόν απαίδευτον και νυν πυρ τους υπεναντίους έδεται 12κύριε ο θεός ημών ειρήνην δος ημίν πάντα γαρ απέδωκας ημίν 13κύριε ο θεός ημών κτήσαι ημάς κύριε εκτός σου άλλον ουκ οίδαμεν το όνομά σου ονομάζομεν 14οι δε νεκροί ζωήν ου μη ίδωσιν ουδέ ιατροί ου μη αναστήσουσι διά τούτο επήγαγες και απώλεσας και ήρας παν άρσεν αυτών 15πρόσθες αυτοίς κακά κύριε πρόσθες κακά τοις ενδόξοις της γης 16κύριε εν θλίψει εμνήσθημέν σου εν θλίψει μικρά η παιδεία σου ημίν 17και ωσεί η ωδίνουσα εγγίζει του τεκείν και επί τη ωδίνι αυτής εκέκραξεν ούτως εγένηθημεν τω αγαπητώ σου 18διά τον φόβον σου κύριε εν γαστρί ελάβομεν και ωδινήσαμεν και ετέκομεν πνεύμα σωτηρίας σου ο εποίησας επί της γης ου πεσούμεθα αλλά πεσούνται πάντες οι ενοικούντες επί της γης 19αναστήσονται οι νεκροί και εγερθήσονται οι εν τοις μνημείοις και ευφρανθήσονται οι εν τη γη η γαρ δρόσος η παρά σου ίαμα αυτοίς εστιν η δε γη των ασεβών πεσείται 20βάδιζε λαός μου είσελθε εις τα ταμείά σου απόκλεισον την θύραν σου αποκρύβηθι μικρόν όσον όσον έως αν παρέλθη η οργή κυρίου 21ιδού γαρ κύριος από του αγίου επάγει την οργήν επί τους κατοικούντας επί της γης και ανακαλύψει η γη το αίμα αυτής και ου κατακαλύψει τους ανηρημένους έτι
Copyright information for ABPGRK