Isaiah 29

CHAPTER 29

Woe O City of Ariel

ουαί πόλις Αριήλ ην Δαυίδ επολέμησε συναγάγετε γεννήματα ενιαυτόν επί ενιαυτόν φάγεσθε γαρ συν Μωάβ εκθλίψω γαρ Αριήλ και έσται αυτής η ισχύς και ο πλούτος εμοί και κυκλώσω ως Δαυίδ επί σε και βαλώ περί σε χάρακα και οικοδομήσω και θήσω περί σε πύργους και ταπεινωθήσονται οι λόγοι σου εις την γην και εις την γην οι λόγοι σου δύσονται και έσται ως οι φωνούντες εκ της γης η φωνή σου και προς το έδαφος η φωνή σου ασθενήσει και έσται ως κονιορτός από τροχού ο πλούτος των ασεβών και ως χνους φερόμενος το πλήθος των θλιψάντων σε και έσται ως στιγμή παραχρήμα παρά κυρίου σαβαώθ επισκοπή γαρ έσται μετά βροντής και σεισμού και φωνής μεγάλης καταιγίς φερομένη και φλοξ πυρός κατεσθίουσα και έσται ως ενυπνιαζόμενος εν ύπνω ο πλούτος πάντων των εθνών όσοι επεστράτευσαν επί Αριήλ και πάντες οι στρατευόμενοι επί Ιερουσαλήμ και πάντες οι συνηγμένοι επ΄ αυτήν και οι θλίβοντες αυτήν και έσονται ως οι εν ύπνω πίνοντες και έσθοντες και εξαναστάντων μάταιον αυτων το ενύπνιον και ον τρόπον ενυπνιάζεται ο διψών και πίνων και εξαναστάς έτι διψά η δε ψυχή αυτού εις κενόν ήλπισεν ούτως έσται ο πλούτος πάντων των εθνών όσοι επεστράτευσαν επί το όρος Σιών

Spirit of Vexation

εκλύθητε έκστητε και κραιπαλήσατε ουκ από σίκερα ουδέ από οίνου 10 ότι πεπότικεν υμάς κύριος πνεύματι κατανύξεως και καμμύσει τους οφθαλμούς αυτών και των προφητών αυτών και των αρχόντων αυτών οι ορώντες τα κρυπτά 11 και έσονται υμίν πάντα τα ρήματα ταύτα ως οι λόγοι του βιβλίου του εσφραγισμένου τούτου ω εάν δώσιν αυτό ανθρώπω επισταμένω γράμματα λέγοντες ανάγνωθι ταύτα και ερεί ου δύναμαι αναγνώναι εσφράγισται γαρ 12 και δοθήσεται το βιβλίον τούτο εις χείρας ανθρώπου μη επισταμένου γράμματα και ερεί αυτώ ανάγνωθι τούτο και ερεί ουκ επίσταμαι γράμματα 13 και είπε κύριος εγγίζει μοι ο λαός ούτος εν τω στόματι αυτού και εν τοις χείλεσιν αυτών τιμώσί με η δε καρδία αυτών πόρρω απέχει απ΄ εμού μάτην δε σέβονταί με διδάσκοντες εντάλματα ανθρώπων και διδασκαλίας 14 διά τούτο ιδού εγώ προσθήσω του μεταθείναι τον λαόν τούτον και μεταθήσω αυτούς και απολώ την σοφίαν των σοφών και την σύνεσιν των συνετών κρύψω 15 ουαί οι βαθέως βουλήν ποιούντες και ου διά κυρίου ουαί οι εν κρυφή βουλήν ποιούντες και έσται εν σκότει τα έργα αυτών και ερούσι τις εώρακεν ημάς και τις ημάς γνώσεται η α ημείς ποιούμεν 16 ουχ ως πηλός του κεραμέως λογισθήσεσθε μη ερεί το πλάσμα τω πλάσαντι ου συ με έπλασας η το ποίημα τω ποιήσαντι ου συνετώς με εποίησας

The Deaf-mutes Shall Hear

17 ουκέτι μικρόν και μετατεθήσεται ο Λίβανος ως το όρος το Χερμέλ και το όρος Χερμέλ εις δρυμόν λογισθήσεται 18 και ακούσονται εν τη ημέρα εκείνη κωφοί λόγους βιβλίου και οι εν τω σκότει και οι εν τη ομίχλη οφθαλμοί τυφλών όψονται 19 και αγαλλιάσονται πτωχοί διά κύριον εν ευφροσύνη και οι απηλπισμέννοι των ανθρώπων εμπλησθήσονται ευφροσύνης 20 εξέλιπεν άνομος και απώλετο υπερήφανος και εξωλοθρεύθησαν οι ανομούντες επί κακία 21 και οι ποιούντες αμαρτείν ανθρώπους εν λόγω πάντας δε τους ελέγχοντας εν πύλαις πρόσκομμα θήσουσιν ότι επλαγίασαν επ΄ αδίκοις δίκαιον 22 διά τούτο τάδε λέγει κύριος επί τον οίκον Ιακώβ ον αφώρισεν εξ Αβραάμ ου νυν αισχυνθήσεται Ιακώβ ουδέ νυν το πρόσωπον μεταβαλεί Ισραήλ 23 αλλ΄ όταν ίδωσι τα τέκνα αυτών τα έργα μου δι΄ εμέ αγιάσουσι το όνομά μου και αγιάσουσι τον άγιον Ιακώβ και τον θεόν του Ισραήλ φοβηθήσονται 24 και γνώσονται οι πλανώμενοι τω πνεύματι σύνεσιν οι δε γογγύζοντες μαθήσονται υπακούειν και αι γλώσσαι αι ψελλίζουσαι μαθήσονται λαλείν ειρήνην
Copyright information for ABPGRK