Isaiah 32

CHAPTER 32

The Just King

ιδού γαρ βασιλεύς δίκαιος βασιλεύσει και άρχοντες μετά κρίσεως άρξουσι και έσται ο άνθρωπος κρύπτων τους λόγους αυτού και κρυβήσεται ως αφ΄ ύδατος φερομένου και φανήσεται εν Σιών ως ποταμός φερόμενος ένδοξος εν γη διψώση και ουκέτι έσονται πεποιθότες επ΄ ανθρώποις αλλά τα ώτα δώσουσι ακούειν και η καρδία των ασθενούντων προσέξει του ακούειν και αι γλώσσαι ψελλίζουσαι ταχύ μαθήσονται λαλείν ειρήνην και ουκέτι μη είπωσι τω μωρώ άρχειν και ουκέτι μη είπωσιν οι υπηρέται σου σίγα ο γαρ μωρός μωρά λαλήσει και η καρδία αυτού μάταια νοήσει του συντελείν άνομα και λαλείν προς κύριον πλάνησιν του διασπείραι ψυχάς πεινώσας και τας ψυχάς τας διψώσας κενάς ποιήσαι η γαρ βουλή των πονηρών άνομα βουλεύσεται καταφθείραι ταπεινούς εν λόγοις αδίκοις και διασκεδάσαι λόγους ταπεινών εν κρίσει οι δε ευσεβείς συνετά εβουλεύσαντο και αύτη η βουλή μένει

Works of Righteousness Shall Be Peace

γυναίκες πλούσιαι ανάστητε και ακούσατε της φωνής μου θυγατέρες εν ελπίδι εισακούσατε λόγους μου 10 ημέρας ενιαυτού μνείαν ποιήσασθε εν οδύνη μετ΄ ελπίδος ανήλωται ο τρυγητός πέπαυται ο σπόρος και ουκέτι μη έλθη 11 έκστητε λυπήθητε αι πεποιθύιαι εκδύσασθε γυμναί γενέσθε περιζώσασθε τας οσφύας 12 και επί των μαστών κόπτεσθε από αγρού επιθυμήματος και αμπέλου γεννήματος 13 η γη του λαού μου άκανθα και χόρτος αναβήσεται και εκ πάσης οικίας ευφροσύνη αρθήσεται 14 οίκοι εγκαταλελειμμένοι πλούτον πόλεως αφήσουσιν και οίκους επιθυμητούς και έσονται αι κώμαι σπήλαια έως του αιώνος ευφροσύνη όνων αγρίων βοσκήματα ποιμένων 15 έως αν έλθη εφ΄ υμάς πνεύμα αφ΄ υψηλού και έσται έρημος ο χερμέλ και ο χερμέλ εις δρυμόν λογισθήσεται 16 και αναπαύσεται εν τη ερήμω κρίμα και δικαιοσύνη εν τω Καρμήλω κατοικήσει 17 και έσται τα έργα της δικαιοσύνης ειρήνη και κρατήσει η δικαιοσύνη ανάπαυσιν και πεποιθότες έσονται έως του αιώνος 18 και κατοικήσει ο λαός αυτού εν πόλει ειρήνης και ενοικήσει πεποιθώς και αναπαύσονται μετά πλούτου 19 η δε χάλαζα εαν καταβή ουκ εφ΄ υμάς ήξει και έσονται οι ενοικούντες εν τοις δρυμοίς πεποιθότες ως οι εν τω πεδινή 20 μακάριοι οι σπείροντες επί παν ύδωρ ου βους και όνος πατεί
Copyright information for ABPGRK