Isaiah 33

CHAPTER 33

After Affliction Comes Deliverance

ουαί τοις ταλαιπωρούσιν υμάς δε ουδείς ποιεί ταλαιπώρους και ο αθετών υμάς ουκ αθετεί αλώσονται οι αθετούντες και παραδοθήσονται και ως σης επί ιματίου ούτως ηττηθήσονται κύριε ελέησον ημάς επί σοι γαρ πεποίθαμεν εγενήθη το σπέρμα των απειθούντων εις απώλειαν η δε σωτηρία ημών εν καιρώ θλίψεως διά φωνήν του φόβου σου εξέστησαν λαοί από του φόβου σου και διεσπάρησαν τα έθνη νυν δε συναχθήσεται τα σκύλα υμών μικρού και μεγάλου ον τρόπον εάν τις συναγάγη ακρίδας ούτως εμπαίξουσιν υμίν άγιος ο θεός ο κατοικών εν ουρανοίς ενεπλήσθη Σιών κρίσεως και δικαιοσύνης εν νόμω παραδοθήσονται εν θησαυροίς η σωτηρία ημών εκεί σοφία και επιστήμη και ευσέβεια προς τον κύριον ούτοι εισι θησαυροί δικαιοσύνης ιδού δη εν τω φόβω υμών ούτοι φοβηθήσονται ους εφοβείσθε βοήσονται αφ΄ υμών άγγελοι γαρ αποσταλήσονται παρακαλούντες ειρήνην πικρώς κλαίοντες ερημωθήσονται γαρ αι τούτων οδοί πέπαυται ο φόβος των εθνών και η διαθήκη αίρεται και ου μη λογίσησθε αυτούς ανθρώπους επένθησεν η γη ησχύνθη ο Λίβανος έλη εγένετο ο Σαρών φανερά έσται η Γαλιλαία και ο Κάρμελος 10 νυν αναστήσομαι λέγει κύριος νυν δοξασθήσομαι νυν υψωθήσομαι 11 νυν όψεσθε νυν αισθηθήσεσθε ματαία έσται η ισχύς του πνεύματος υμών πυρ κατεδέται υμάς 12 και έσονται έθνη κατακεκαυμένα ως άκανθα εν αγρώ ερριμμένη και κατακεκαυμένη 13 ακούσονται οι πόρρωθεν α εποίησα και γνώσονται οι εγγίζοντες την ισχύν μου 14 απέστησαν οι εν Σιών άνομοι λήψεται τρόμος τους ασεβείς τις αναγγελεί υμίν ότι πυρ καίεται τις αναγγελεί υμίν τον τόπον τον αιώνιον 15 πορευόμενος εν δικαιοσύνη λαλών ευθείαν οδόν μισών ανομίαν και αδικίαν και τας χείρας αποσειόμενος από δώρων βαρύνων τα ώτα ίνα μη ακούση κρίσιν αίματος καμμύων τους οφθαλμούς ίνα μη ίδη αδικίαν 16 ούτος οικήσει εν υψηλώ σπηλαίω πέτρας ισχυράς άρτος αυτώ δοθήσεται και το ύδωρ αυτού πιστόν

Future Zion

17 βασιλέα μετά δόξης όψεσθε και οι οφθαλμοί υμών όψονται γην πόρρωθεν 18 η ψυχή υμών μελετήσει φόβον που εισίν οι γραμματικοί που εισίν οι συμβουλεύοντες που εστίν ο αριθμών τους τρεφομένους 19 μικρόν και μέγαν λαόν ω ου συνεβουλεύσατο ουδέ ήδει βαθύφωνον ώστε μη ακούσαι λαός πεφαυλισμένος και ουκ έστι τω ακούοντι σύνεσις 20 ιδού Σιών η πόλις το σωτήριον ημών οι οφθαλμοί σου όψονται Ιερουσαλήμ πόλις πλουσία σκηναί αι ου μη σεισθώσιν ουδέ μη κινηθώσιν οι πάσσαλοι της σκηνής αυτής εις τον αιώνα χρόνον ουδέ τα σχοινία αυτής ου μη διαρραγώσιν 21 ότι το όνομα κυρίου μέγα υμίν έσται ποταμοί και διώρυγες πλατείς και ευρύχωροι ου πορεύση ταύτην την οδόν ουδέ πορεύσεται πλοίον ελαύνον 22 ο γαρ θεός μου μέγας εστίν ου παρελεύσεταί με κύριος κύριος κριτής ημών κύριος άρχων ημών κύριος βασιλεύς ημών κύριος αυτός ημάς σώσει 23 ερράγησαν τα σχοινία σου ότι ουκ ενίσχυσεν ο ιστός σου έκλινεν ου χαλάσει τα ιστία ουκ αρεί σημείον έως ου παραδοθή εις προνομήν τοίνυν πολλοί χωλοί προνομήν ποιήσουσι 24 και ου μη είπωσι κοπιώ ο λαός ο ενοικών εν αυτή αφέθη γαρ αυτοίς η αμαρτία
Copyright information for ABPGRK