Isaiah 36

CHAPTER 36

Sennacherib Ascends to Judah

και εγένετο του τεσσαρεσκαιδεκάτου έτους βασιλεύοντος Εζεκίου ανέβη Σενναχηρείμ βασιλεύς Ασσυρίων επί τας πόλεις της Ιουδαίας τας οχυράς και έλαβεν αυτάς και απέστειλε βασιλεύς Ασσυρίων τον Ραψάκην εκ Λάχης εις Ιερουσαλήμ προς τον βασιλέα Εζεκίαν μετά δυνάμεως πολλής και έστη εν τω υδραγωγώ της κολυμβήθρας της άνω εν τη οδώ του αγρού του κναφέως και εξήλθε προς αυτόν Ελιακείμ ο του Χελκίου ο οικονόμος και Σομνάς ο γραμματεύς και Ιωάχ ο του Ασάφ ο υπομνηματογράφος και είπεν αυτοίς Ραψάκης είπατε δε προς Εζεκίαν τάδε λέγει ο βασιλεύς ο μέγας βασιλεύς Ασσυρίων τι πεποιθώς ει μη εν βουλή η λόγοις χειλέων παράταξις γίνεται και νυν επί τίνα πέποιθας ότι απειθείς μοι ιδού πεποιθώς ει επί την ράβδον την καλαμίνην την τεθλασμένην ταύτην επ΄ Αίγυπτον η αν επιστηρισθή ανήρ επ΄ αυτήν εισελεύσεται εις την χείρα αυτού και τρήσει αυτήν ούτως εστί Φαραώ βασιλεύς Αιγύπτου και πάντες οι πεποιθότες επ΄ αυτώ ει δε λέγετε επί κύριον τον θεόν ημών πεποίθαμεν ουκ αυτός εστι ους αφείλεν Εζεκίας τα υψηλά αυτού και τα θυσιαστήρια αυτού και είπε τω Ιούδα και τη Ιερουσαλήμ κατά πρόσωπον του θυσιαστηρίου τούτου προσκυνήσατε νυν μίχθητε δε τω κυρίω μου τω βασιλεί Ασσυρίων και δώσω υμίν δισχιλίαν ίππον ει δυνήσεσθε δούναι αναβάτας επ΄ αυτούς και πως δύνασθε αποστρέψαι εις πρόσωπον των τοπαρχών οικέται εισίν οι πεποιθότες επ΄ Αιγυπτίοις εις ίππον και αναβάτην 10 και νυν μη άνευ κυρίου ανέβημεν επί την χώραν ταύτην πολεμήσαι αυτήν κύριος είπε προς με ανάβηθι επί την γην ταύτην και διάφθειρον αυτήν 11 και είπε προς αυτόν Ελιακείμ και Σομνάς και Ιωάς προς Ραψάκην λάλησον δη προς τους παίδάς σου Συριστί ακούομεν γαρ ημείς και μη λαλεί προς ημάς Ιουδαϊστι και ινατί λαλείς εις τα ώτα των ανθρώπων των εστηκότων επί τω τείχει 12 και είπε προς αυτούς Ραψάκης μη προς τον κύριόν σου η προς υμάς απέστειλέ με ο κυριός μου λαλήσαι τους λόγους τούτους ουχί προς τους ανθρώπους τους καθημένους επί τω τείχει ίνα φάγωσι την κόπρον αυτών και πιώσιν το ούρον αυτών μεθ΄ υμών άμα 13 και έστη Ραψάκης και ανεβόησε φωνή μεγάλη Ιουδαϊστι και είπεν ακούσατε δη τους λόγους του βασιλέως του μεγάλου βασιλέως Ασσυρίων 14 τάδε λέγει ο βασιλεύς μη απατάτω υμάς Εζεκίας λόγοις ου μη δύνηται ρύσασθαι υμάς 15 και μη λέγετω υμίν Εζεκίας ότι ρύσεται υμάς ο θεός και ου μη παραδοθή η πόλις αύτη εν χειρί βασιλέως Ασσυρίων 16 μη ακούετε Εζεκίου τάδε λέγει ο βασιλεύς Ασσυρίων ει βούλεσθε ευλογηθήναι εκπορεύεσθε προς με και φάγεσθε έκαστος την άμπελον αυτού και τας συκάς και πίεσθε ύδωρ εκ του λάκκου αυτού 17 έως αν έλθω και λάβω υμάς εις γην ως η γη υμών γη σίτου και οίνου και άρτων και αμπελώνων 18 μη απατάτω υμάς Εζεκίας λέγων ο θεός ρύσεται ημάς μη ερρύσαντο οι θεοί των εθνών έκαστος την εαυτού χώραν εκ χειρός βασιλέως Ασσυρίων 19 που εστιν ο θεός Εμάθ και Αρφάθ και που ο θεός της πόλεως Σεπφαρουϊμ μη εδύναντο ρύσασθαι την Σαμάρειαν εκ χειρός μου 20 τις των θεών πάντων των εθνών τούτων όστις ερρύσατο την γην αυτού εκ χειρός μου ότι ρύση κύριος Ιερουσαλήμ εκ χειρός μου 21 και εσιώπησαν και ουδείς απεκρίθη αυτώ λόγον διά το προστάξαι τον βασιλέα μηδέν αποκριθήναι 22 και εισήλθεν Ελιακείμ ο του Χελκίου ο οικονόμος και Σομνάς ο γραμματεύς και Ιωάς ο του Ασάφ ο υπομνηματογράφος προς Εζεκίαν περιεσχισμένοι τους χιτώνας και ανήγγειλαν αυτώ τους λόγους Ραψάκου
Copyright information for ABPGRK