Isaiah 37

CHAPTER 37

Hezekiah Inquires of The LORD

1και εγένετο εν τω ακούσαι τον βασιλέα Εζεκίαν έσχισε τα ιμάτια αυτού και περιεβάλετο σάκκον και ανέβη εις τον οίκον κυρίου 2και απέστειλεν τον Ελιακείμ τον οικονόμον και Σομνάν τον γραμματέα και τους πρεσβυτέρους των ιερέων περιβεβλημένους σάκκους προς Ησαϊαν υιόν Αμώς τον προφήτην 3και είπαν αυτώ τάδε λέγει Εζεκίας ημέρα θλίψεως και ονειδισμού και ελεγμού και οργής η σήμερον ημέρα ότι ήκει η ωδίν τη τικτούση ισχύν δε ουκ έχει του τεκείν 4είπως εισακούσαι κύριος ο θεός σου τους λόγους Ραψάκου ους απέστειλε βασιλεύς Ασσυρίων ο κυριός αυτού ονειδίζειν θεόν ζώντα και ονειδίζειν λόγους ους ήκουσε κύριος ο θεός σου και δεηθήση προς κύριον τον θεόν σου περί των καταλελειμμένων τούτων 5και ήλθον οι παίδες του βασιλέως Εζεκίου προς Ησαϊαν 6και είπεν αυτοίς Ησαϊας ούτως ερείτε προς τον κύριον υμών τάδε λέγει κύριος μη φοβηθής από των λόγων ων ήκουσας ους ωνείδισάν με οι πρέσβεις βασιλέως Ασσυρίων 7ιδού εγώ εμβαλώ επ΄ αυτόν πνεύμα και ακούσας αγγελίαν αποστρέψει εις την χώραν αυτού και πεσείται μαχαίρα εν τη γη αυτού 8και απέστρεψε Ραψάκης και κατέλαβε τον βασιλέα Ασσυρίων πολιορκούντα Λόβναν και ήκουσεν ότι απήρεν από Λάχις 9και εξήλθε Θαρρά βασιλεύς Αιθιόπων του πολιορκήσαι αυτόν και ακούσας απέστρεψε και απέστειλεν αγγέλους προς Εζεκίαν λέγων 10ούτως ερείτε Εζεκία βασιλεί της Ιουδαίας μη απατάτω σε ο θεός σου εφ΄ ω συ πέποιθας επ΄ αυτώ λέγων ου μη παραδοθή Ιερουσαλήμ εν χειρί βασιλέως Ασσυρίων 11ιδού συ ουκ ήκουσας α εποίησαν βασιλείς Ασσυρίων πάσαν την γην ως απώλεσαν και συ ρυσθήση 12μη ερρύσαντο αυτούς οι θεοί των εθνών ους απώλεσαν οι πατέρες μου την τε Γώζαν και Χαρράν και Ρασέμ αι εισιν εν χώρα Θεεμάθ 13που εισίν οι βασιλείς Εμάθ και που Αρφάθ και που πόλεως Σεπφαρουϊμ Ανανεού και Γαυσά

The Prayer of Hezekiah

14και έλαβεν Εζεκίας το βιβλίον παρά των αγγέλων και ανέγνω αυτό και ανέβη εις οίκον κυρίου και ήνοιξεν αυτό εναντίον κυρίου 15και προσηύξατο Εζεκίας προς κύριον λέγων 16Κύριε σαβαώθ ο θεός Ισραήλ ο καθήμενος επί των χερουβίμ συ ει ο θεός μόνος πάσης βασιλείας της οικουμένης συ εποίησας τον ουρανόν και την γην 17κλίνον κύριε το ους σου εισάκουσον κύριε άνοιξον κύριε τους οφθαλμούς σου είσβλεψον κύριε και ίδε και άκουσον πάντας τους λόγους Σενναχηρείμ ους απέστειλεν ονειδίζειν θεόν ζώντα 18επ΄ αληθείας γαρ κύριε ηρήμωσαν βασιλείς Ασσυρίων την οικουμένην όλην και την χώραν αυτών 19και ανέβαλον τα είδωλα αυτών εις το πυρ ου γαρ θεοί ήσαν αλλ΄ έργα χειρών ανθρώπων ξύλα και λίθοι και απώλεσαν αυτούς 20νυν δε κύριε ο θεός ημών σώσον ημάς εκ χειρός αυτού ίνα γνω πάσα βασιλεία της γης ότι συ ει ο θεός μόνος 21και απεστάλη Ησαϊας υιός Αμώς προς Εζεκίαν και είπεν αυτώ τάδε λέγει κύριος ο θεός Ισραήλ ήκουσα α προσηύξω προς με περί Σενναχηρείμ βασιλέως Ασσυρίων 22ούτος ο λόγος ον ελάλησε περί αυτού ο θεός εφαύλισέ σε και εμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών επί σοι κεφαλήν εκίνησε θυγάτηρ Ιερουσαλήμ 23τίνα ωνείδισας και παρώξυνας η προς τίνα ύψωσας την φωνήν σου και ήρας εις ύψος τους οφθαλμούς σου προς τον άγιον του Ισραήλ 24ότι δι΄ αγγέλων ωνείδισας κύριον συ γαρ είπας τω πλήθει των αρμάτων εγώ ανέβην εις ύψος ορέων και εις τα έσχατα του Λιβάνου και έκοψα το ύψος κέδρου αυτού και το κάλλος της κυπαρίσσου και εισήλθον εις ύψος μέρους του δρυμού 25και έθηκα γέφυραν και ηρήμωσα ύδατα και πάσαν συναγωγήν ύδατος 26ου ταύτα ήκουσας πάλαι α εγώ εποίησα εξ ημερών αρχαίων συνέταξα νυν δε επέδειξα εξερημώσαι έθνη εν οχυροίς και οικούντας εν πόλεσιν οχυραίς 27ανήκα τας χείρας και εξηράνθησαν και εγένοντο ως χόρτος ξηρός επί δωμάτων και ως άγρωστις 28νυν δε την ανάπαυσίν σου και την έξοδόν σου και την είσοδόν σου εγώ επίσταμαι 29ο δε θυμός σου ον εθυμώθης και η πικρία σου ανέβη προς με και εμβαλώ φιμόν εις την ρινά σου και χαλινόν εις τα χείλη σου και αποστρέψω σε τη οδώ η ήλθες εν αυτή 30τούτο δε σοι το σημείον φάγε τούτον τον ενιαυτόν α έσπαρκας τω δε ενιαυτώ τω δευτέρω το κατάλειμμα τω δε τρίτω σπείραντες αμήσατε και φυτεύσατε αμπελώνας και φάγεσθε τον καρπόν αυτών 31και έσονται οι καταλελειμμένοι εν τη Ιουδαία φυήσουσι ρίζαν κάτω και ποιήσουσι σπέρμα άνω 32ότι εξ Ιερουσαλήμ εξελεύσονται οι καταλελειμμένοι και οι σωζόμενοι εξ όρους Σιών ο ζήλος κυρίου σαβαώθ ποιήσει ταύτα

The Angel Slays the Assyrians

33διά τούτο ούτως λέγει κύριος επί βασιλέα Ασσυρίων ου μη εισέλθη εις την πόλιν ταύτην ουδέ μη βάλη επ΄ αυτήν βέλος ουδέ μη επιβάλη επ΄ αυτήν θυρεόν ουδέ μη κυκλώση επ΄ αυτήν χάρακα 34αλλά τη οδώ η ήλθεν επ΄ αυτή αποστραφήσεται και εις την πόλιν ταύτην ου μη εισέλθη τάδε λέγει κύριος 35υπερασπιώ υπέρ της πόλεως ταύτης του σώσαι αυτήν δι΄ εμέ και διά Δαυίδ τον παίδά μου 36και εξήλθεν άγγελος κυρίου και ανείλεν εκ της παρεμβολής των Ασσυρίων εκατόν ογδοηκονταπέντε χιλιάδας και αναστάντες τοπρωϊ εύρον πάντα τα σώματα νεκρά 37και απήλθεν αποστραφείς και απέστρεψεν Σενναχηειρείμ βασιλεύς Ασσυρίων και ώκησεν εν Νινευή 38και εν τω αυτόν προσκύνειν εν τω οίκω Ασαράχ θεού αυτού Αδραμελέχ και Σαρασάρ οι υιοί αυτού επάταξαν αυτόν μαχαίραις αυτοί δε διεσώθησαν εις Αρμενίαν και εβασίλευσεν Ασορδάν ο υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK