Isaiah 38

CHAPTER 38

The Infirmity of Hezekiah

εγένετο δε εν τω καιρώ εκείνω εμαλακίσθη Εζεκίας έως θανάτου και ήλθε προς αυτόν Ησαϊας υιός Αμώς ο προφήτης και είπε προς αυτόν τάδε λέγει κύριος τάξαι περί του οίκου σου αποθνήσκεις γαρ συ και ου ζήση και απέστρεψεν Εζεκίας το πρόσωπον αυτού προς τον τοίχον και προσηύξατο προς κύριον λέγων μνήσθητι κύριε ως επορεύθην ενώπιόν σου μετά αληθείας εν καρδία αληθινή και τα αρεστά ενώπιόν σου εποίησα και έκλαυσεν Εζεκίας κλαυθμώ μεγάλω και εγένετο λόγος κυρίου προς Ησαϊαν λέγων πορεύθητι και είπον Εζεκία τάδε λέγει κύριος ο θεός Δαυίδ του πατρός σου ήκουσα της προσευχής σου και είδον τα δάκρυά σου ιδού προστίθημι προς τον χρόνον σου δεκαπέντε έτη και εκ χειρός βασιλέως Ασσυρίων ρύσομαί σε και την πόλιν ταύτην και υπερασπιώ υπέρ της πόλεως ταύτης τούτο δε σοι το σημείον παρά κυρίου ότι ποιήσει ο θεός το ρήμα τούτο ος ελάλησεν ιδού εγώ στρέψω την σκιάν των αναβαθμών ους κατέβη τους δέκα αναβαθμούς του οίκου του πατρός σου ο ήλιος αποστρέψω τον ήλιον τους δέκα αναβαθμούς ους κατέβη η σκιά

Prayer of Hezekiah

προσευχή Εζεκίου βασιλέως της Ιουδαίας ηνίκα εμαλακίσθη και ανέστη εκ της μαλακίας αυτού 10 εγώ είπα εν τω ύψει των ημερών μου πορεύσομαι εν πύλαις άδου καταλείψω τα έτη τα επίλοιπα 11 είπα ουκέτι ου μη ίδω το σωτήριον του θεού επί γης ζώντων ουκέτι ου μη ίδω άνθρωπον μετά κατοικούντων 12 εξέλιπον συγγενείας μου κατέλιπον το λοιπόν της ζωής μου εξήλθε και απήλθεν απ΄ εμού ώσπερ ο καταλύων σκηνήν πήξας το πνεύμα μου παρ΄ εμοί εγένετο ως ιστός ερίθου εγγιζούσης εκτεμείν 13 εν τη ημέρα εκείνη παρεδόθην έως πρωϊ ως λέων ούτως συνέτριψε πάντα τα οστά μου από γαρ της ημέρας έως της νυκτός παρεδόθην 14 ως χελιδών ούτως φωνήσω και ως περιστερά ούτως μελετήσω εξέλιπον γαρ μου οι οφθαλμοί του βλέπειν εις το ύψος του ουρανού προς τον κύριον ος εξείλατό με 15 και αφείλατό μου την οδύνην της ψυχής και αυτός εποίησε 16 κύριε περί αυτής γαρ ανηγγέλη σοι και εξήγειράς μου την πνοήν και παρακληθείς έζησα 17 ιδού εν ειρήνη πικρία μου είλου γαρ μου την ψυχήν ίνα μη απόληται και απέρριψας οπίσω μου πάσας τας αμαρτίας μου 18 ου γαρ οι εν άδου αινέσουσί σε ουδέ οι αποθνήσκοντες ευλογήσουσί σε ουδέ ελπιούσιν οι εν άδου την ελεημοσύνην σου 19 οι ζώντες ευλογήσουσί σε ον τρόπον καγώ από γαρ της σήμερον παιδία ποιήσω α αναγγελούσι την δικαιοσύνην σου 20 κύριε της σωτηρίας μου και ου παύσομαι ευλογών σε μετά ψαλτηρίου πάσας τας ημέρας της ζωής μου κατέναντι του οίκου του θεού 21 και είπεν Ησαϊας προς Εζεκίαν λάβε παλάθην σύκων και τρίψον και κατάπλασαι και υγιής έση 22 και είπεν Εζεκίας τι το σημείον ότι αναβήσομαι εις τον οίκον του θεού
Copyright information for ABPGRK