Isaiah 39

CHAPTER 39

Hezekiah Reveals the Treasures

εν τω καιρώ εκείνω απέστειλε Μαρωδόχ Βαλαδάν ο υιός του Βαλαδάν ο βασιλεύς της Βαβυλωνίας επιστολάς και πρέσβεις και δώρα Εζεκία ήκουσε γαρ ότι εμαλακίσθη έως θανάτου και ανέστη και εχάρη επ΄ αυτοίς Εζεκίας χαράν μεγάλην και έδειξεν αυτοίς τον οίκον του νεχωθά και του αργυρίου και του χρυσίου και της στακτής και των θυμιαμάτων και του μύρου και πάντας τους οίκους των σκευών της γάζης και πάντα όσα ην εν τοις θησαυροίς αυτού και ουκ ην ουθέν ο ουκ έδειξεν αυτοίς Εζεκίας εν τω οίκω αυτού και ήλθεν Ησαϊας ο προφήτης προς τον βασιλέα Εζεκίαν και είπε προς αυτόν τι λέγουσιν οι άνθρωποι ούτοι και πόθεν ήκασι προς σε και είπεν Εζεκίας εκ γης πόρρωθεν ήκασι προς με εκ Βαβυλώνος και είπεν Ησαϊας τι είδοσαν εν τω οίκω σου και είπεν Εζεκίας πάντα τα εν τω οίκω μου είδοσαν και ουκ έστιν εν τω οίκω μου ο ουκ είδοσαν αλλά και τα εν τοις θησαυροίς μου και είπεν Ησαϊας αυτώ άκουσον τον λόγον κυρίου σαβαώθ ιδού ημέραι έρχονται και λήψονται πάντα τα εν τω οίκω σου και όσα συνήγαγον οι πατέρες σου έως της ημέρας ταύτης εις Βαβυλώνα ήξει και ουθέν ου μη καταλείπωσιν είπε δε ο θεός ότι και από των τέκνων σου ων εγέννησας λήψονται και ποιήσουσι σπάδοντας εν τω οίκω του βασιλέως των Βαβυλωνίων και είπεν Εζεκαις Ησαϊα αγαθός ο λόγος κυρίου ον ελάλησας γενέσθω δη ειρήνη και δικαιοσύνη εν ταις ημέραις μου
Copyright information for ABPGRK