Isaiah 40

CHAPTER 40

A Voice Yelling in the Wilderness

παρακαλείτε παρακαλείτε λαός μου λέγει ο θεός υμών ιερείς λαλήσατε εις την καρδίαν Ιερουσαλήμ παρακαλέσατε αυτήν ότι επλήσθη η ταπείνωσις αυτής λέλυται αυτής η αμαρτία ότι εδέξατο εκ χειρός κυρίου διπλά τα αμαρτήματα αυτής φωνή βοώντος εν τη ερήμω ετοιμάσατε την οδόν κυρίου ευθείας ποιείτε τας τρίβους του θεού ημών πάσα φάραγξ πληρωθήσεται και παν όρος και βουνός ταπεινωθήσεται και έσται πάντα τα σκολιά εις ευθεία και η τραχεία εις πεδία λεία και οφθήσεται η δόξα κυρίου και όψεται πάσα σαρξ το σωτήριον του θεού ότι κύριος ελάλησε φωνή λέγοντος βοήσον και είπα τι βοήσω πάσα σαρξ χόρτος και πάσα δόξα ανθρώπου ως άνθος χόρτου εξηράνθη ο χόρτος και το άνθος εξέπεσε ότι πνεύμα θεού ενεφύσησεν εν αυτώ αληθώς ο χόρτος εστίν ο λαός εξηράνθη ο χόρτος άνθος εξέπεσεν το δε ρήμα του θεού ημών μένει εις τον αιώνα επ΄ όρος υψηλόν ανάβηθι ο ευαγγελιζόμενος Σιών ύψωσον εν τη ισχύϊ την φωνήν σου ο ευαγγελιζόμενος Ιερουσαλήμ ύψωσατε μη φόβου είπον ταις πόλεσιν Ιούδα ιδού ο θεός υμών 10 ιδού κύριος κύριος μετά ισχύος έρχεται και ο βραχίων μετά κυρίας ιδού ο μισθός αυτού μετ΄ αυτού και το έργον εναντίον αυτού 11 ως ποιμήν ποιμανεί το ποίμνιον αυτού και τω βραχίονι αυτού συνάξει άρνας και εν γαστρί εχούσας παρακαλέσει

Israel's Incomparable God

12 τις εμέτρησε τη χειρί το ύδωρ και τον ουρανόν σπιθαμή και πάσαν την γην δρακί τις έστησε τα όρη σταθμώ και τας νάπας ζυγώ 13 τις έγνω νουν κυρίου και τις αυτού σύμβουλος εγένετο ος συμβιβάσει αυτόν 14 η τίνα συνεβουλεύσατο και συνεβίβασεν αυτόν η τις έδειξεν αυτώ κρίσιν η οδόν συνέσεως τις έδειξεν αυτώ 15 ει πάντα τα έθνη ως σταγών από κάδου και ως ροπή ζυγού ελογίσθησαν και ως σιελός λογισθήσονται 16 ο δε Λίβανος ουχ ικανός εις καύσιν και πάντα τα τετράποδα ουχ ικανά εις ολοκάρπωσιν 17 και πάντα τα έθνη ως ουδέν εισι και εις ουδέν ελογίσθησαν αυτώ 18 τίνι ωμοιώσατε κύριον και τίνι ομοιώματι ωμοιώσατε αυτόν 19 μη εικόνα εποίησε τέκτων η χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αυτόν ομοίωμα κατεσκεύασεν αυτόν 20 ξύλον γαρ άσηπτον εκλέγεται τέκτων και σοφώς ζητεί πως στήσει αυτου εικόνα ίνα μη σαλεύηται 21 ου γνώσεσθε ουκ ακούσεσθε ουκ ανηγγέλη εξ αρχής υμίν ουκ έγνωτε τα θεμέλια της γης 22 ο κατέχων τον γύρον της γης και οι ενοικούντες εν αυτή ως ακρίδες ο στήσας ως καμάραν τον ουρανόν και διατείνας ως σκηνήν κατοικείν 23 ο διδούς άρχοντας ως ουδέν άρχειν την δε γην ως ουδέν εποίησεν 24 ου γαρ μη φυτεύσονται ουδέ μη σπείρωσιν ουδέ μη ριζωθή εις την γην η ρίζα αυτών έπνευσεν επ΄ αυτούς και εξηράνθησαν και καταιγίς ως φρύγανα αναλήψεται αυτούς 25 νυν ουν τίνι με ωμοιώσατε και υψωθήσομαι είπεν ο άγιος 26 αναβλέψατε εις ύψος τους οφθαλμούς υμών και ίδετε τις κατέδειξε ταύτα πάντα ο εκφέρων κατά αριθμόν τον κόσμον αυτού πάντας επ΄ ονόματι καλέσει από πολλής δόξης και εν κράτει ισχύος ουδέν σε έλαθε 27 μη γαρ είπης Ιακώβ και τι ελάλησας Ισραήλ απεκρύβη η οδός μου από του θεού και ο θεός μου την κρίσιν αφείλε και απέστη 28 και νυν ουκ έγνως ει μη ήκουσας θεός αιώνιος ο θεός ο κατασκευάσας τα άκρα της γης ου πεινάσει ουδέ κοπιάσει ουδέ έστιν εξεύρεσις της φρονήσεως αυτού 29 διδούς τοις πεινώσιν ισχύν και τοις μη οδυνωμένοις λύπην 30 πεινάσουσι γαρ νεώτεροι και κοπιάσουσι νεανίσκοι και εκλεκτοί ανίσχυες έσονται 31 οι δε υπομένοντες τον θεόν αλλάξουσιν ισχύν πτεροφυήσουσιν ως αετοί δραμούνται και ου κοπιάσουσι βαδιούνται και ου πεινάσουσιν
Copyright information for ABPGRK