Isaiah 41

CHAPTER 41

The LORD Strengthens Israel

εγκαινίζεσθε προς με νήσοι οι γαρ άρχοντες αλλάξουσιν ισχύν εγγισάτωσαν και λαλησάτωσαν άμα τότε κρίσιν αναγγειλάτωσαν τις εξήγειρεν απ΄ ανατολών δικαιοσύνην εκάλεσεν αυτήν κατά πόδας αυτού και πορεύσεται δώσει εναντίον εθνών και βασιλείς εκστήσει και δώσει εις γην τας μαχαίρας αυτών και ως φρύγανα εξωσμένα τα τόξα αυτών και διώξεται αυτούς διελεύσεται εν ειρήνη την οδόν των ποδών αυτού τις ενήργησε και εποίησε ταύτα εκάλεσεν αυτήν ο καλών αυτήν από γενεών αρχής εγώ ο θεός πρώτος και εις τα επερχόμενα εγώ ειμι είδοσαν έθνη και εφοβήθησαν τα άκρα της γης έκστησαν ήγγισαν και ήλθοσαν άμα κρίνων έκαστος τω πλησίον και τω αδελφώ βοηθήσων και ερεί ίσχυσεν ανήρ τέκτων και χαλκεύς τύπτων σφύρη άμα ελαύνων ποτέ μεν ερεί σύμβλημα καλόν εστιν ισχύρωσαν αυτά εν ήλοις θήσουσιν αυτά και ου κινηθήσεται συ δε Ισραήλ παις μου Ιακώβ ον εξελεξάμην σπέρμα Αβραάμ ον ηγάπησα ου αντελαβόμην απ΄ άκρων της γης και εκ των σκοπιών αυτής εκάλεσά σε και είπα σοι παις μου ει εξελεξάμην σε και ουκ εγκατέλιπόν σε 10 μη φόβου μετά σου γαρ ειμι μη πλανώ εγώ γαρ ειμι ο θεός σου ο ενισχύσας σε και εβοήθησά σοι και ησφαλισάμην σε τη δεξιά τη δικαία μου 11 ιδού αισχυνθήσονται και εντραπήσονται πάντες οι αντικείμενοί σοι έσονται γαρ ως ουκ υπάρχοντες και απολούνται πάντες οι αντίδικοί σου 12 ζητήσεις αυτούς και ου μη εύρης τους ανθρώπους οι παροινήσουσιν εις σε έσονται γαρ ως ουκ όντες και ουκ έσονται οι αντιπολεμούντές σε 13 ότι εγώ ο θεός σου ο κρατών της δεξιάς σου ο λέγων σοι 14 μη φόβου Ιακώβ ολιγοστός Ισραήλ εγώ εβοήθησά σοι λέγει ο θεός σου ο λυτρούμενός σε Ισραήλ 15 ιδού εποίησά σε ως τροχούς αμάξης αλοώντας καινούς πριστηροειδείς και αλοήσεις όρη και λεπτυνείς βουνούς και ως χουν θήσεις 16 και λικμήσεις και άνεμος λήψεται αυτούς και καταιγίς διασπερεί αυτούς συ δε ευφρανθήση εν τοις αγίοις Ισραήλ 17 και αγαλλιάσονται οι πτωχοί και οι ενδεείς ζητήσουσι γαρ ύδωρ και ουκ έσται η γλώσσα αυτών από της δίψης εξηράνθη εγώ κύριος επακούσομαι ο θεός Ισραήλ και ουκ εγκαταλείψω αυτούς 18 αλλ΄ ανοίξω επί των ορέων ποταμούς και εν μέσω πεδίων πηγάς ποιήσω την έρημον εις έλη υδάτων και την διψώσαν γην εν υδραγωγοίς 19 θήσω εις την άνυδρον γην κέδρον και πύξον και μυρσίνην και κυπάρισσον και λεύκην 20 ίνα ίδωσι και γνώσι και εννοηθώσι και επιστώνται άμα ότι χειρ κυρίου εποίησε ταύτα και ο άγιος του Ισραήλ κατέδειξεν 21 εγγίζει η κρίσις υμών λέγει κύριος ο θεός ήγγισαν αι βουλαί υμών λέγει ο βασιλεύς Ιακώβ 22 εγγισάτωσαν και αναγγειλάτωσαν υμίν α συμβήσεται η τα πρότερα τίνα ην είπατε και επιστήσομεν τον νουν και γνωσόμεθα α τα έσχατα και τα επερχόμενα 23 είπατε ημίν αναγγείλατε τα επερχόμενα επ΄ εσχάτου και γνωσόμεθα ότι θεοί εστέ ευ ποιήσατε και κακώσατε και θαυμασόμεθα και οψόμεθα άμα 24 ότι πόθεν εστέ υμείς και πόθεν η εργασία υμών εκ γης βδέλυγμα εξελέξαντο υμάς 25 εγώ δε ήγειρα τον από βορρά και τον αφ΄ ηλίου ανατολών κληθήσονται τω ονόματί μου ερχέσθωσαν άρχοντες και ως πηλός κεραμέως και ως κεραμεύς καταπατών τον πηλόν ούτω καταπατηθήσεσθε 26 τις γαρ αναγγελεί τα εξ αρχής ίνα γνώμεν και τα έμπροσθεν και ερούμεν ότι αληθή εστιν ουκ έστιν ο προλέγων ουδέ ο ακούων υμών τους λόγους 27 αρχήν Σιών δώσω και Ιερουσαλήμ παρακαλέσω εις οδόν 28 από γαρ των εθνών ιδού ουθέν και από των ειδώλων αυτών ουκ ην ο αναγγέλλων και εάν ερωτήσω αυτούς πόθεν εστέ ου μη αποκριθώσί μοι 29 εισί γαρ οι ποιούντες υμάς και μάτην πλανώντες υμάς
Copyright information for ABPGRK