Isaiah 42

CHAPTER 42

The Servant of The LORD

Ιακώβ ο παις μου αντιλήψομαι αυτού Ισραήλ ο εκλεκτός μου προσεδέξατο αυτόν η ψυχή μου δέδωκα το πνεύμά μου επ΄ αυτόν κρίσιν τοις έθνεσιν εξοίσει ου κεκράξεται ουδέ ανήσει ουδέ ακουσθήσεται έξω η φωνή αυτού κάλαμον συντεθλασμένον ου συντρίψει και λίνον καπνιζόμενον ου σβέσει αλλά εις αληθή εξοίσει κρίσιν αναλάμψει και ου θραυσθήσεται έως αν θη επί της γης κρίσιν και επί τω ονόματι αυτού έθνη ελπιούσιν ούτω λέγει κύριος ο θεός ο ποιήσας τον ουρανόν και πήξας αυτόν στερεώσας την γην και τα εν αυτή και διδούς πνοήν τω λαώ τω επ΄ αυτής και πνεύμα τοις πατούσιν αυτήν εγώ κύριος ο θεός εκάλεσά σε εν δικαιοσύνη και κρατήσω της χειρός σου και ενισχύσω σε και έδώκα σε εις διαθήκην γένους εις φως εθνών ανοίξαι οφθαλμούς τυφλών εξαγαγείν εκ δεσμών δεδεμένους εξ οίκου φυλακής και καθημένους εν σκότει εγώ κύριος ο θεός τούτό μου εστί το όνομα την δόξαν μου ετέρω ου δώσω ουδέ τας αρετάς μου τοις γλυπτοίς τα απ΄ αρχής ιδού ήκασι και καινά α εγώ αναγγελώ και προ του αναγγείλαι εδηλώθη υμίν

A Song of Praise

10 υμνήσατε τω κυρίω ύμνον καινόν δοξάζετε το όνομα αυτού απ΄ άκρου της γης οι καταβαίνοντες εις την θάλασσαν και πλέοντες αυτήν αι νήσοι και οι κατοικούντες αυτάς 11 ευφράνθητι έρημος και αι κώμαι αυτής επαύλεις και οι κατοικούντες Κηδάρ ευφρανθήσονται οι κατοικούντες πέτραν απ΄ άκρου των ορέων βοήσουσι 12 δώσουσι τω θεώ δόξαν τας αρετάς αυτού εν ταις νήσοις απαγγελούσι 13 κύριος ο θεός των δυνάμεων εξελεύσεται και συντρίψει πόλεμον επεγερεί ζήλον και βοήσεται επί τους εχθρούς αυτού μετά ισχύος 14 εσιώπησα απ΄ αιώνος μη και αεί σιωπήσομαι και ανέξομαι ως η τίκτουσα εκαρτέρησα εκστήσω και ξηρανώ άμα 15 ερημώσω όρη και βουνούς και πάντα τον χόρτον αυτών ξηρανώ και θήσω ποταμούς εις νήσους και έλη ξηρανώ 16 και άξω τυφλούς εν οδώ η ουκ έγνωσαν και τρίβους ας ουκ ήδεισαν πατήσαι ποιήσω αυτούς ποιήσω αυτοίς σκότος εις φως και σκολία εις ευθεία ταύτα τα ρήματα ποιήσω αυτοίς και ουκ εγκαταλείψω αυτούς 17 αυτοί δε απεστράφησαν εις τα οπίσω αισχύνθητε αισχύνην οι πεποιθότες επί τοις γλυπτοίς οι λέγοντες τοις χωνευτοίς υμείς εστέ θεοί ημών

The Blindness of Israel

18 οι κωφοί ακούσατε και οι τυφλοί αναβλέψατε ιδείν 19 και τις τυφλός αλλ΄ η οι παίδες μου και κωφοί αλλ΄ η οι κυριεύοντες αυτών τις τυφλός ως ο απεσχηκώς και ετυφλώθησαν οι δούλοι του θεού 20 είδετε πλεονάκις και ουκ εφυλαξάσθε ηνοιγμένα τα ώτα και ουκ ηκούσατε 21 κύριος ο θεός εβούλετο ίνα δικαιωθή και μεγαλύνη αίνεσιν 22 και είδον και εγένετο ο λαός πεπρονομευμένος και διηρπασμένος η γαρ παγίς εν τοις ταμείοις πανταχού και εν οίκοις άμα όπου έκρυψαν αυτούς εγένοντο εις προνομήν και ουκ ην ο εξαιρούμενος άρπαγμα και ουκ ην ο λέγων απόδος 23 τις εν υμίν ενωτιείται ταύτα ος εισακούσατε εις τα επερχόμενα 24 τις έδωκεν εις διαρπαγήν Ιακώβ και Ισραήλ τοις προνομεύουσιν ουχί ο θεός ω ημάρτοσαν και ουκ ηβούλοντο εν ταις οδοίς αυτού πορεύεσθαι ουδέ ακούειν του νόμου αυτού 25 και επήγαγεν επ΄ αυτούς οργήν θυμού αυτού και κατίσχυσεν αυτούς πόλεμος και οι συμφλέγοντες αυτούς κύκλω και ουκ έγνωσαν έκαστος αυτών ουδέ έθεντο επί ψυχήν
Copyright information for ABPGRK