Isaiah 43

CHAPTER 43

People Repopulated

1και νυν ούτως λέγει κύριος ο θεός ο ποιήσας σε Ιακώβ και ο πλάσας σε Ισραήλ μη φοβού ότι ελυτρωσάμην σε εκάλεσά σε το όνομά σου εμός ει συ 2και εάν διαβαίνης δι΄ ύδατος μετά σου ειμί και ποταμοί ου συγκλύσουσί σε και εάν διέλθης διά πυρός ου μη κατακαυθής φλοξ ου κατακαύσει σε 3ότι εγώ κύριος ο θεός σου ο άγιος Ισραήλ ο σώζων σε εποίησα άλλαγμά σου Αίγυπτον και Αιθιοπίαν και Σούηνην υπέρ σου 4αφ΄ ου έντιμος εγένου εναντίον εμού εδοξάσθης και εγώ ηγάπησά σε και δώσω ανθρώπους υπέρ σου και άρχοντας υπέρ της κεφαλής σου 5μη φοβού ότι μετά σου ειμι από ανατολών άξω το σπέρμα σου και από δυσμών συνάξω σε 6ερώ τω βορρά άγε και τω λιβί μη κώλυε άγε τους υιούς μου από γης πόρρωθεν και τας θυγατέρας μου απ΄ άκρων της γης 7πάντας όσοι επικέκληνται τω ονόματί μου εν γαρ τη δόξη μου κατεσκεύασα αυτόν και έπλασα αυτόν και εποίησα αυτόν 8και εξήγαγον λαόν τυφλόν και οφθαλμοί εισιν ωσαύτως τυφλοί και κωφά τα ώτα έχοντες 9πάντα τα έθνη συνήχθησαν άμα και συναχθήσονται άρχοντες εξ αυτών τις αναγγελεί ταύτα η τα εξ αρχής τις αναγγελεί αγαγέτωσαν τους μάρτυρας αυτών και δικαιωθήτωσαν και ακουσάτωσαν και ειπάτωσαν αληθή 10γίνεσθέ μοι μάρτυρες και εγώ μάρτυς λέγει κύριος ο θεός και ο παις μου ον εξελεξάμην ίνα γνώτε και πιστεύσητε και συνήτε ότι εγώ ειμι έμπροσθέν μου ουκ εγένετο άλλος θεός και μετ΄ εμέ ουκ έσται 11εγώ θεός και ουκ έστι πάρεξ εμού σώζων 12εγώ ανήγγειλα και έσωσα ωνείδισα και ουκ ην εν υμίν αλλότριος υμείς εμοί μάρτυρες και εγώ κύριος ο θεός 13έτι απ΄ αρχής και ουκ έστιν ο εκ των χειρών μου εξαιρούμενος ποιήσω και τις αποστρέψει αυτό 14ούτως λέγει κύριος ο θεός ο λυτρούμενος υμάς ο άγιος του Ισραήλ ένεκεν υμών αποστελώ εις Βαβυλώνα και επεγερώ φεύγοντας πάντας και Χαλδαίοι εν πλοίοις δεθήσονται 15εγώ κύριος ο θεός ο άγιος υμών ο καταδείξας Ισραήλ βασιλέα υμών 16ότι τάδε λέγει κύριος ο διδούς εν θαλάσση οδόν και εν ύδατι ισχυρώ τρίβον 17ο εξαγαγών άρματα και ίππον και όχλον ισχυρόν αλλ΄ εκοιμήθησαν και ουκ αναστήσονται εσβέσθησαν ως λινόν εσβεσμένον 18μη μνημονεύετε τα πρώτα και τα αρχαία μη συλλογίζεσθε 19ιδού εγώ ποιώ καινά α νυν ανατελεί και γνώσεσθε αυτά και ποιήσω εν τη ερήμω οδόν και εν τη ανύδρω ποταμούς 20ευλογήσουσί μου τα θηρία του αγρού σειρήνες και θυγατέρες στρουθών ότι έδωκα εν τη ερήμω ύδωρ και ποταμούς εν τη ανύδρω ποτίσαι το γένος μου το εκλεκτόν 21λαόν μου ον περιεποιησάμην τας αρετάς μου διηγείσθαι

I Am He

22ου νυν εκάλεσά σε Ιακώβ ουδέ κοπιάσαι σε εποίησα Ισραήλ 23ουκ ήνεγκάς μοι πρόβατα σου της ολοκαρπώσεώς σου ουδέ εν ταις θυσίαις σου εδόξασάς με ουκ εδούλωσας εν θυσίαις ουδέ έγκοπον εποίησας σε εν λιβάνω 24ουδέ εκτήσω μοι θυσιασμα αργυρίου ουδέ το στέαρ των θυσιών σου επεθύμησα αλλ΄ εν ταις αμαρτίαις σου προέστης μου και εν ταις αδικίαις σου 25εγώ ειμι εγώ ειμι αυτός ο εξαλείφων τας ανομίας σου ένεκεν εμου και τας αμαρτίας σου ου μη μνησθήσομαι 26συ δε μνήσθητι και κριθώμεν άμα λέγε συ τας ανομίας σου πρώτος ίνα δικαιωθής 27οι πατέρες υμών πρώτοι ήμαρτον και οι άρχοντες υμών ηνόμησαν εις εμέ 28και εμίαναν οι άρχοντες τα άγιά μου και έδωκα απολέσαι Ιακώβ και Ισραήλ εις ονειδισμόν
Copyright information for ABPGRK