Isaiah 44

CHAPTER 44

The LORD Is One God

νυν δε άκουσον Ιακώβ ο παις μου και Ισραήλ ον εξελεξάμην ούτως λέγει κύριος ο θεός ο κτίσας σε και πλάσας σε εκ κοιλίας έτι βοηθήση μη φοβού παις μου Ιακώβ και ο ηγαπημένος Ισραήλ ον εξελεξάμην ότι εγώ δώσω ύδωρ εν δίψη τοις πορευομένοις εν ανύδρω επιθήσω το πνεύμα μου επί το σπέρμα σου και τας ευλογίας μου επί τα τέκνα σου και ανατελούσιν ως αναμέσον ύδατος χόρτος και ως ιτέα επί παραρρέον ύδωρ ούτος ερεί το θεού ειμι και ούτος βοήσεται επί τω ονόματι Ιακώβ και έτερος επιγράψει χειρί αυτού του θεού ειμι και επί τω ονόματι Ισραήλ βοήσεται ούτως λέγει ο θεός ο βασιλεύς Ισραήλ και ο ρυσάμενος αυτόν θεός σαβαώθ εγώ πρώτος και εγώ μετά ταύτα πλην εμού ουκ έστι θεός τις ώσπερ εγώ στήτω και καλεσάτω και αναγγειλάτω και ετοιμασάτω μοι αφ΄ ου εποίησα άνθρωπον εις τον αιώνα και τα επερχόμενα προ του ελθείν αναγγειλάτωσαν υμίν μη παρακαλύπτεσθε μηδέ πλανάσθε ουκ απ΄ αρχής ηνωτίσασθε και απήγγειλα υμίν μάρτυρες υμείς εστέ ει έστι θεός πλην εμού

Vain Idols Profit Nothing

και ουκ ήκουσαν τότε οι πλάσσοντες και οι γλύφοντες πάντες μάταιοι ποιούντες τα καταθύμια αυτών α ουκ ωφελήσει αυτούς και μάρτυρες αυτών εισιν ουκ όψονται και ου γνώσονται ίνα αισχυνθώσι τις πλάσσει ισχυρόν και γλυπτόν χωνεύσει εις ανωφελή ιδού πάντες οι κοινωνούντες αυτώ αισχυνθήσονται 10 οι πλάσσοντες θεόν και γλύφοντες πάντες ανωφελή 11 και πάντα όθεν εγένοντο εξηράνθησαν και κωφοί από ανθρώπων συναχθήτωσαν πάντες και στήτωσαν άμα και εντραπήτωσαν και αισχυνθήτωσαν άμα 12 ότι ώξυνε τέκτων σίδηρον σκεπάρνω ειργάσατο αυτό εν άνθραξι και εν τερέτρω έστησεν αυτό και ειργάσατο αυτό εν τω βραχίονι της ισχύος αυτού και πεινάσει και ασθενήσει και ου μη πίη ύδωρ 13 εκλεξάμενος τέκτων ξύλον έστησεν αυτό εν μέτρω και εμόρφωσεν αυτό εν παραγραφίδι εποίησεν αυτό εν παραγωνίσκοις και εν κόλλη ερρύθμισεν αυτό και εποίησεν αυτό ως μορφήν ανδρός και ως ωραιότητα ανθρώπου στήσαι αυτό εν οικίσκω 14 ω έκοψε εαυτώ κέδρους και έλαβε αγριοβάλανον και δρύν και εκαρτέρωσεν αυτώ ξύλον εκ του δρυμού ο εφύτευσε κύριος πίτυν και υετός εμήκυνεν 15 ίνα η ανθρώποις εις καύσιν και λαβών απ΄ αυτού εθερμάνθη και καύσαντες έπεψαν άρτους επ΄ αυτώ το δε λοιπόν ειργάσαντο θεούς και προσκυνούσιν αυτοίς εποίησε αυτό γλυπτόν και κάμπτει αυτοίς 16 ου το ήμισυ αυτού κατέκαυσεν εν πυρί και επί του ημίσους αυτού κρέας έφαγεν οπτήσας ώπτησεν οπτόν και ενεπλήσθη και θερμανθείς είπεν ηδύ μοι ότι εθερμάνθην και είδον πυρ 17 το δε λοιπόν εποίησεν εις θεόν γλυπτόν κάμπτει αυτώ και προσκυνεί και προσεύχεται λέγων εξελού με ότι θεός μου ει συ 18 ουκ έγνωσαν φρονήσαι ότι απημαυρώθησαν του βλέπειν τοις οφθαλμοίς αυτών και του νοήσαι τη καρδία αυτών 19 και ουκ ελογίσατο τη ψυχή αυτού ουδέ έγνω τη φρονήσει ότι το ήμισυ αυτού κατέκαυσεν εν πυρί και έπεψεν επί των ανθράκων αυτού άρτους και οπτήσας κρέας έφαγε και το λοιπόν αυτού εις βδέλυγμα εποίησε και προσκυνούσιν αυτώ 20 γνώθι ότι σποδός η καρδία αυτών και πλανώνται και ουδείς δύναται εξελέσθαι την ψυχήν αυτού ίδετε ουκ ερείτε ότι ψεύδος εν τη δεξιά μου 21 μνήσθητι ταύτα Ιακώβ και Ισραήλ ότι παις μου ει συ έπλασά σε παίδά μου και συ Ισραήλ μη επιλανθάνου μου 22 ιδού απήλειψα ως νεφέλην τας ανομίας σου και ως γνόφον τας αμαρτίας σου επιστράφητι προς με και λυτρώσομαί σε 23 ευφράνθητε ουρανοί ότι ηλέησεν ο θεός τον Ισραήλ σαλπίσατε τα θεμέλια της γης βοήσατε όρη ευφροσύνην οι βουνοί και πάντα τα ξύλα τα εν αυτοίς ότι ελυτρώσατο κύριος τον Ιακώβ και Ισραήλ δοξασθήσεται 24 ούτω λέγει κύριος ο λυτρούμενός σε και πλάσσων σε εκ κοιλίας εγώ κύριος ο συντελών πάντα εξέτεινα τον ουρανόν μόνος και εστερέωσα την γην 25 τις έτερος διασκεδάσει σημεία εγγαστριμύθων και μαντείας από καρδίας αποστρέφων φρονίμους εις τα οπίσω και την βουλήν αυτών μωραίνων 26 και ιστών ρήμα παιδός αυτού και την βουλήν των αγγέλων αυτού αληθεύων ο λέγων τη Ιερουσαλήμ κατοικηθήση και ταις πόλεσι της Ιουδαίας οικοδομηθήσεσθε και τα έρημα αυτής αναστήσω 27 ο λέγων τη αβύσσω ερημωθήση και τους ποταμούς σου ξηρανώ 28 ο λέγων Κύρω φρονείν και πάντα τα θελήματά μου ποιήσει ο λέγων Ιερουσαλήμ οικοδομηθήση και τον οίκον τον άγιόν μου θεμελιώσω
Copyright information for ABPGRK