Isaiah 45

CHAPTER 45

Cyrus The LORD's Anointed

1ούτω λέγει κύριος ο θεός τω χριστώ μου Κύρω ου εκράτησα της δεξιάς επακούσαι έμπροσθεν αυτού έθνη και ισχύν βασιλέων διαρρήξω ανοίξω έμπροσθεν αυτού θύρας και πύλαι ου συγκλεισθήσονται 2εγώ έμπροσθέν σου πορεύσομαι και όρη ομαλιώ θύρας χαλκάς συντρίψω και μοχλούς σιδηρούς συγκλάσω 3και δώσω σοι θησαυρούς σκοτεινούς αποκρύφους αοράτους ανοίξω σοι ίνα γνως ότι εγώ κύριος ο θεός σου ο καλών το όνομά σου ο θεός Ισραήλ 4ένεκεν του παιδός μου Ιακώβ και Ισραήλ του εκλεκτού μου εγώ καλέσω σε τω ονόματί σου και προσδέξομαί σε συ δε ουκ έγνως με 5ότι εγώ κύριος ο θεός και ουκ έστιν έτι πλην εμού ουκ έστι θεός ενίσχυσά σε και ουκ ήδεις με 6ίνα γνώσιν οι απ΄ ανατολών ηλίου και οι από δυσμών ότι ουκ έστι πλην εμού εγώ κύριος ο θεός και ουκ έστιν έτι 7εγώ ο κατασκευάσας φως και ποιήσας σκότος ο ποιών ειρήνην και κτίζων κακά εγώ κύριος ο θεός ο ποιών πάντα ταύτα 8ευφρανθήτω ο ουρανός άνωθεν και αι νεφέλαι ρανάτωσαν δικαιοσύνην ανατειλάτω η γη και βλαστήσατω έλεος και δικαιοσύνην βλαστησάτω άμα εγώ ειμι κύριος ο κτίσας σε 9τι εποίησα βελτίων πηλόν κεραμέως μη ο αροτριών αροτριάσει την γην όλην την ημέραν μη ερεί ο πηλός τω κεραμεί τι ποιείς ότι ουκ εργάζη ουδέ έχεις χείρας 10ουαί ο λέγων τω πατρί τι γεννήσεις και τη μητρί τι ωδίνεις 11ότι ούτως λέγει κύριος ο θεός ο άγιος Ισραήλ ο ποιήσας τα επερχόμενα ερωτήσατέ με περί των υιών μου και περί των έργων των χειρών μου εντελείσθέ μοι 12εγώ εποίησα γην και άνθρωπον επ΄ αυτής εγώ τη χειρί μου εστερέωσα τον ουρανόν εγώ πάσι τοις άστροις ενετειλάμην 13εγώ ηγειρα αυτόν μετά δικαιοσύνης βασιλέα και πάσαι αι οδοί αυτού ευθείαι ούτος οικοδομήσει την πόλιν μου και την αιχμαλωσίαν του λαού μου επιστρέψει ου μετά λύτρων ουδέ μετά δώρων είπε κύριος σαβαώθ 14ούτως λέγει κύριος σαβαώθ εκοπίασεν Αίγυπτος και εμπορία Αιθιόπων και οι Σαβαείν άνδρες υψηλοί επί σε διαβήσονται και σοι έσονται δούλοι και οπίσω σου ακολουθήσουσι δεδεμένοι χειροπέδαις και διαβήσονται προς σε και προσκυνήσουσί σοι και εν σοι προσεύξονται ότι εν σοι ο θεός εστι και ουκ έστι θεός πλην σου 15συ γαρ ει θεός και ουκ ήδειμεν θεός του Ισραήλ σωτήρ 16αισχυνθήσονται και εντραπήσονται πάντες οι αντικείμενοι αυτώ και πορεύσονται εν αισχύνη εγκαινίζεσθε προς με νήσοι 17Ισραήλ σώζεται υπό κυρίου σωτηρίαν αιώνιον ουκ αισχυνθήσονται ουδε μη εντραπώσιν έως του αιώνος έτι 18ότι ούτως λέγει κύριος ο ποιήσας τον ουρανόν ούτος ο θεός ο καταδείξας την γην και ποιήσας αυτήν αυτός διώρισεν αυτήν ουκ εις κενόν εποίησεν αυτήν αλλά κατοικείσθαι έπλασεν αυτήν εγώ ειμι κύριος και ουκ έστιν έτι 19ουκ εν κρυφή λελάληκα ουδέ εν τόπω γης σκοτεινώ ουκ είπα τω σπέρματι Ιακώβ μάταιον ζητήσατε εγώ ειμι κύριος ο λαλών δικαιοσύνην και αναγγέλλων αλήθειαν

False Gods

20συνάχθητε και ήκετε βουλεύσασθε άμα οι σωζόμενοι από των εθνών ουκ έγνωσαν οι αίροντες το ξύλον γλύμμα αυτών και οι προσευχόμενοι προς θεούς οι ου σώζουσιν 21οι αναγγέλουσιν εγγισάτωσαν ίνα γνώσιν άμα τις ακουστά εποίησε ταύτα απ΄ αρχής εκ τότε αναγγελλεί υμίν ουχί εγώ κύριος ο θεός ουκ έστιν άλλος πλην εμού δίκαιος και σωτήρ ουκ έστι παρεξεμού 22επιστράφητε επ΄ εμέ και σωθήσεσθε οι απ΄ εσχάτου της γης εγώ ειμι ο θεός και ουκ έστιν άλλος 23κατ΄ εμαυτού ομνύω ει μη εξελεύσεται εκ του στόματός μου δικαιοσύνη οι λόγοι μου ουκ αποστραφήσονται ότι εμοί κάμψει παν γόνυ και ομείται πάσα γλώσσα τον θεόν 24λέγων δικαιοσύνη και δόξα προς αυτόν ήξει και αισχυνθήσονται πάντες οι διορίζοντες αυτούς από κυρίου 25δικαιωθήσονται και εν τω θεώ ενδοξασθήσεται παν το σπέρμα των υιών Ισραήλ
Copyright information for ABPGRK