Isaiah 47

CHAPTER 47

The Shame of Babylon

1κατάβηθι κάθισον επί την γην παρθένος θύγατερ Βαβυλώνος κάθισον εις την γην ουκ έστι θρόνος θυγάτηρ Χαλδαίων ότι ουκέτι προσθήση κληθήναι απαλή και τρυφερά 2λάβε μύλον άλεσον άλευρον αποκάλυψαι το κατακάλυμμά σου αποκάλυψαι τας πολιάς αποκάλυψαι τας κνήμας διάβηθι ποταμούς 3ανακαλυφθήσεται η αισχύνη σου φανήσονται οι ονειδισμοί σου το δίκαιον εκ σου λήψομαι ουκέτι μη παραδώ ανθρώποις 4ο ρυσάμενός σε κύριος σαβαώθ όνομα αυτώ άγιος Ισραήλ 5κάθισον κατανενυγμένη είσελθε εις το σκότος θύγατερ Χαλδαίων ουκέτι μη κληθής ισχύς βασιλείας 6παρωξύνθην επί τω λαώ μου εμίανας την κληρονομίαν μου εγώ έδωκα αυτούς εις την χείρα σου συ δε ουκ έδωκας αυτοίς έλεος του πρεσβύτου εβάρυνας τον ζύγον σφόδρα 7και είπας εις τον αιώνα έσομαι άρχουσα ουκ ενόησας ταύτα εν τη καρδία σου ουδέ εμνήσθης τα έσχατα 8νυν δε άκουε ταύτα τρυφερά η καθημένη η πεποιθύια η λέγουσα εν τη καρδία αυτής εγώ ειμι και ουκ έστιν ετέρα ου καθίσω χήρα ουδέ γνώσομαι ορφανίαν

Destruction of Babylon

9νυν δε ήξει επί σε τα δύο ταύτα εξαίφνης εν ημέρα μία ατεκνία και χηρεία ήξει εξαίφνης επί σε εν τη φαρμακεία σου εν τη ισχύϊ των επαοιδών σου σφόδρα 10τη ελπίδι της πονηρίας σου συ γαρ είπας εγώ ειμι και ουκ έστιν ετέρα γνώθι ότι η σύνεσις τούτων και η πορνεία σου σοι έσται αισχύνη και είπας εν τη καρδία σου εγώ ειμι και ουκ έστιν ετέρα 11και ήξει επί σε απώλεια και ου μη γνως βόθυνον και εμπεσή εις αυτόν και ήξει επί σε ταλαιπωρία και ου μη δυνήση καθαρά γενέσθαι και ήξει επί σε εξαπίνης απώλεια και ου μη γνώση 12στήθι νυν εν ταις επαοιδαίς σου και εν τη πολλή φαρμακεία σου α εμάνθανες εκ νεότητός σου ει δυνήση ωφεληθήναι 13κεκοπίακας εν ταις βουλαίς σου στήτωσαν δη και σωσάτωσάν σε οι αστρολόγοι του ουρανού οι ορώντες τους αστέρας αναγγειλάτωσάν σοι τι μέλλει έρχεσθαι επί σε 14ιδού πάντες ως φρύγανα επί πυρί κατακαυθήσονται και ου μη εξέλωνται την ψυχήν αυτών εκ φλογός ότι έχεις άνθρακας πυρός κάθισαι επ΄ αυτούς 15ούτοι έσονταί σοι βοήθεια εκοπίασας εν τη μεταβολή απο της νεότητός σου άνθρωπος καθ΄ εαυτόν επλανήθη σοι δε ουκ έσται σωτηρία
Copyright information for ABPGRK