Isaiah 48

CHAPTER 48

Israel Is Hardened

1ακούσατε ταύτα οίκος Ιακώβ οι κεκλημένοι επί τω ονόματι Ισραήλ και εξ ύδατος Ιούδα εξελθόντες οι ομνύοντες τω ονόματι κυρίου θεού Ισραήλ μιμνησκόμενοι ου μετά αληθείας ουδέ μετά δικαιοσύνης 2και αντεχόμενοι τω ονόματι της πόλεως της αγίας και επί τω θεώ Ισραήλ αντιστηριζόμενοι κύριος σαβαώθ όνομα αυτώ 3τα πρότερα έτι ανήγγειλα και εκ του στόματός μου εξήλθε και ακουστόν εγένετο εξάπινα εποίησα και επήλθε 4γινώσκω ότι σκληρός ει και νεύρον σιδηρούν ο τράχηλός σου και το μέτωπόν σου χαλκούν 5και ανήγγειλά σοι πάλαι α πριν ελθείν επί σε ακουστόν σοι εποίησα μη ποτε είπης ότι τα είδωλά μου εποίησε και είπης ότι τα γλυπτά και τα χωνευτά ενετείλατό μοι 6ηκούσατε πάντα και υμείς ουκ έγνωτε αλλά και ακουστά σοι εποίησα τα καινά από του νυν α μέλλει γενέσθαι και ουκ είπας 7νυν γίνεται και ου πάλαι και ου προτέραις ημέραις και ουκ ήκουσας αυτά μη είπης ναι γινώσκω αυτά 8ούτε έγνως ούτε ηπίστω ούτε απ΄ αρχής ήνοιξά σου τα ώτα έγνων γαρ ότι αθετών αθετήσεις και άνομος έτι εκ κοιλίας κληθήση 9ένεκεν του εμού ονόματος δείξω σοι τον θυμόν μου και τα ένδοξά μου επάξω επί σε ίνα μη εξολοθρεύσω σε

The LORD Loves Israel

10ιδού πέπρακά σε ουχ ένεκεν αργυρίου εξειλάμην δε σε εκ καμίνου πτωχείας 11ένεκεν εμού ποιήσω ότι το εμόν όνομα βεβηλούται και την δόξαν μου ετέρω ου δώσω 12άκουέ μου Ιακώβ και Ισραήλ ον εγώ καλώ εγώ ειμι πρώτος και εγώ εις τον αιώνα 13και η χειρ μου εθεμελίωσε την γην και η δεξιά μου εστερέωσε τον ουρανόν καλέσω εγώ αυτούς και στήσονται άμα 14και συναχθήσονται πάντες και ακούσονται τις αυτοίς ανήγγειλε ταύτα αγαπών σε εποίησα το θέλημά σου επί Βαβυλώνα άραι σπέρμα Χαλδαίων 15εγώ ελάλησα και εγώ εκάλεσα ήγαγον αυτόν και ευώδωσα την οδόν αυτού 16προσαγάγετε προς με και ακούσατε ταύτα ουκ απ΄ αρχής εν κρυφή λελάληκα ηνίκα εγένετο εκεί ήμην και νυν κύριος κύριος απέστειλέ με και το πνεύμα αυτού 17ούτω λέγει κύριος ο ρυσάμενός σε ο άγιος Ισραήλ εγώ κύριος ο θεός σου δέδειχά σοι του ευρείν σε την οδόν εν η πορεύση εν αυτή 18και ει ήκουσας των εντολών μου εγένετο αν ως ποταμός η ειρήνη σου και η δικαιοσύνη σου ως κύμα θαλάσσης 19και εγένετο αν ωσεί άμμος το σπέρμα σου και τα έκγονα της κοιλίας σου ως χους της γης ουδέ νυν ου μη εξολοθρευθής ουδέ απολείται το όνομά σου ενώπιον εμού 20έξελθε εκ Βαβυλώνος φεύγων από των Χαλδαίων φωνήν ευφροσύνης αναγγείλατε και ακουστόν γενέσθω τούτο απαγγείλατε έως εσχάτου της γης λέγετε ερρύσατο κύριος τον δούλον αυτού Ιακώβ 21και εάν διψήσωσι δι΄ ερήμου άξει αυτούς ύδωρ εκ πέτρας εξάξει αυτοίς σχισθήσεται πέτρα και ρυήσεται ύδωρ και πίεται ο λαός μου 22ουκ έστι χαίρειν λέγει κύριος τοις ασεβέσιν
Copyright information for ABPGRK