Isaiah 49

CHAPTER 49

My Servant

1ακούσατε νήσοι και προσέχετε έθνη διά χρόνου πολλού στήσεται λέγει κύριος εκ κοιλίας μητρός μου εκάλεσε το όνομά μου 2και έθηκε το στόμα μου ως μάχαιραν οξείαν και υπό την σκέπην της χειρός αυτού έκρυψέ με έθηκέ με ωσεί βέλος εκλεκτόν και εν τη φαρέτρα αυτού έκρυψέ με 3και είπε μοι δούλός μου ει συ Ισραήλ και εν σοι ενδοξασθήσομαι 4και εγώ είπα κενώς εκοπίασα εις μάταιον και εις ουδέν έδωκα την ισχύν μου διά τούτο η κρίσις μου παρά κύριον και ο πόνος μου εναντίον του θεού μου 5και νυν ούτως λέγει κύριος ο πλάσας με εκ κοιλίας δούλον εαυτώ του συναγαγείν τον Ιακώβ προς αυτόν και Ισραήλ συναχθήσομαι και δοξασθήσομαι εναντίον κυρίου και ο θεός μου έσται ισχύς μου 6και είπε μέγα σοι εστί του κληθήναι παίδά μου του στήσαι τας φυλάς Ιακώβ και την διασποράν του Ισραήλ επιστρέψαι ιδού δέδωκά σε εις διαθήκην γένους εις φως εθνών του ειναί σε εις σωτηρίαν έως εσχάτου της γης 7ούτως λέγει κύριος ο ρυσάμενός σε ο θεός Ισραήλ αγιάσατε τον φαυλίζοντα την ψυχήν αυτού τον βδελυσσόμενον υπό των εθνών του δούλου των αρχόντων βασιλείς όψονται αυτόν και αναστήσονται άρχοντες και προσκυνήσουσιν αυτώ ένεκεν κυρίου ότι πιστός εστιν ο άγιος Ισραήλ και εξελεξάμην σε 8ούτως λέγει κύριος καιρώ δεκτώ επήκουσά σου και εν ημέρα σωτηρίας εβοήθησά σοι και έπλασά σε και έδωκά σε εις διαθήκην εθνών του καταστήσαι την γην και κληρονομήσαι κληρονομίας ερήμους 9λέγοντα τοις εν δεσμοίς εξέλθετε και τοις εν τω σκότει ανακαλυφθήναι εν πάσαις ταις οδοίς βοσκηθήσονται και εν πάσαις ταις τρίβοις η νομή αυτών 10ου πεινάσουσιν ουδέ διψήσουσιν ουδέ πατάξει αυτούς καύσων ουδέ ήλιος αλλ΄ ος ελεεί αυτούς παρακαλέσει αυτούς και διά πηγών υδάτων άξει αυτούς 11και θήσω παν όρος εις οδόν και πάσαν τρίβον εις βόσκημα αυτοίς 12ιδού ούτοι πόρρωθεν ήξουσιν ούτοι από βορρά και θαλάσσης άλλοι δε εκ γης Περσών 13ευφραίνεσθε ουρανοί και αγαλλιάσθω η γη ρηξάτωσαν τα όρη ευφροσύνην ότι ηλέησεν ο θεός τον λαόν αυτού και τους ταπεινούς του λαού αυτού παρεκάλεσεν

The LORD will Not Forget Zion

14είπεν Σιών εγκατέλιπέ με κύριος και ο κύριος επελάθετό μου 15μη επιλήσεται γυνή του παιδός αυτής η του μη ελεήσαι τα έκγονα της κοιλίας αυτής ει δε και ταύτα επιλάθοιτο γυνή αλλ΄ εγώ ουκ επιλήσομαί σου λέγει κύριος 16ιδού επί των χειρών μου εζωγράφησά σου τα τείχη και ενώπιόν μου ει διαπαντός 17και ταχύ οικοδομηθηση υφ ων καθηρέθης και οι ερημώσαντές σε εξελεύσονται εκ σου 18άρον κύκλω τους οφθαλμούς σου και ίδε πάντας ιδού συνήχθησαν και ήλθοσαν προς σε ζω εγώ λέγει κύριος ότι πάντας αυτούς ως κόσμον ενδύση και περιθήση αυτούς ως κόσμον νύμφη 19ότι τα έρημά σου και τα διεφθαρμένα και τα πεπτωκότα ότι νυν στενοχωρήση από των κατοικούντων και μακρυνθήσονται από σου οι καταπίνοντες σε 20ερούσι γαρ εις τα ώτά σου οι υιοί σου ους απολώλεκας στενός μοι ο τόπος ποίησόν μοι τόπον ίνα κατοικήσω 21και ερείς εν τη καρδία σου τις εγέννησέ μοι τούτους εγώ δε άτεκνος και χήρα πάροικος και εγκεκλεισμένη τούτους δε τις εξέθρεψέ μοι εγώ δε κατελείφθην μόνη ούτοι δε μοι που ήσαν 22ούτως λέγει κύριος κύριος ιδού αίρω εις τα έθνη την χείρά μου και εις τας νήσους αρώ σύσσημόν μου και άξουσι τους υιούς σου εν κόλπω τας δε θυγατέρας σου επ΄ ώμων αρούσι 23και έσονται βασιλείς τιθηνοί σου αι δε άρχουσαι αυτών τροφοί σου επί πρόσωπον της γης προσκυνήσουσί σοι και τον χουν των ποδών σου λείξουσι και γνώση ότι εγώ κύριος και ουκ αισχυνθήσονται οι υπομένοντές με 24μη λήψεταί τις παρά γίγαντος σκύλα και εάν αιχμαλωτεύση τις αδίκως σωθήσεται 25ότι ούτω λέγει κύριος εάν τις αιχμαλωτεύση γίγαντα λήψεται σκύλα λαμβάνων δε παρά ισχύοντος σωθήσεται εγώ δε την κρίσιν σου κρινώ και εγώ τους υιούς σου ρύσομαι 26και φάγονται οι θλίψαντές σε τας σάρκας αυτών και πίονται ως οίνον νέον το αίμα αυτών και μεθυσθήσονται και αισθανθήσεται πάσα σαρξ ότι εγώ κύριος ο ρυσάμενός σε και αντιλαμβανόμενος ισχύος Ιακώβ
Copyright information for ABPGRK