Isaiah 5

CHAPTER 5

Parable of the Vineyard

1άσω δη τω ηγαπημένω μου άσμα του αγαπητού μου τω αμπελώνι αυτού αμπελών εγενήθη τω ηγαπημένω εν κέρατι εν τόπω πίονι 2και φραγμόν περιέθηκα και εχαράκωσα και εφύτευσα άμπελον σωρήκ και ωκοδόμησα πύργον εν μέσω αυτού και προλήνιον ώρυξα εν αυτώ και έμεινα του ποιήσαι σταφυλήν και εποίησεν ακάνθας 3και νυν οι ενοικούντες εν Ιερουσαλήμ και άνθρωπος του Ιούδα κρίνατε δη εν εμοί και αναμέσον του αμπελώνός μου 4τι ποιήσω έτι τω αμπελώνί μου και ουκ εποίησα αυτώ διότι έμεινα του ποιήσαι σταφυλήν εποίησε δε ακάνθας 5νυν ουν αναγγελώ υμίν τι εγώ ποιήσω τω αμπελώνί μου αφελώ τον φραγμόν αυτού και έσται εις διαρπαγήν και καθελώ τον τοίχον αυτού και έσται εις καταπάτημα 6και ανήσω τον αμπελώνά μου και ου μη τμηθή ουδε μη σκαφή και αναβήσεται εις αυτόν ως εις χέρσον άκανθα και ταις νεφέλαις εντελούμαι του μη βρέξαι εις αυτόν υετόν 7ο γαρ αμπελών κυρίου σαβαώθ οίκος του Ισραήλ εστι και άνθρωπος του Ιούδα νεόφυτον ηγαπημένον έμεινα του ποιήσαι κρίσιν εποίησε δε ανομίαν και ου δικαιοσύνην αλλά κραυγήν 8ουαί οι συνάπτοντες οικίαν προς οικίαν και αγρόν προς αγρόν εγγίζοντες ίνα του πλησίον αφέλωνταί τι μη οικήσετε μόνοι επί της γης 9ηκούσθη γαρ εις τα ώτα κυρίου σαβαώθ ταύτα εάν γαρ γένωνται οικίαι πολλαί εις έρημον έσονται μεγάλαι και καλαί και ουκ έσονται οι ενοικούντες εν αυταίς 10ου γαρ εργώνται δέκα ζεύγη βοών ποιήσει κεράμιον εν και ο σπείρων αρτάβας εξ ποιήσει μέτρα τρία

Woe to the Sinner

11ουαί οι εγειρόμενοι τοπρωϊ και το σίκερα διώκοντες οι μένουντες το οψέ ο γαρ οίνος συγκαύσει αυτούς 12μετά γαρ κιθάρας και ψαλτηρίου και τυμπάνων και αυλών τον οίνον πίνουσι τα δε έργα κυρίου ουκ εμβλέπουσι και τα έργα των χειρών αυτού ου κατανοούσι 13τοίνυν αιχμάλωτος ο λαός μου εγενήθη διά το μη ειδέναι αυτούς τον κύριον και πλήθος εγενήθη νεκρών διά λιμόν και δίψαν ύδατος 14και επλάτυνεν ο άδης την ψυχήν αυτού και διήνοιξε το στόμα αυτού του μη διαλιπείν και καταβήσονται οι ένδοξοι και οι μεγάλοι και οι πλούσιοι και ο αγαλλιώμενος εν αυτή 15και ταπεινωθήσεται άνθρωπος και ατιμασθήσεται ανήρ και οι οφθαλμοί οι μετέωροι ταπεινωθήσονται 16και υψωθήσεται κύριος σαβαώθ εν κρίματι και ο θεός ο άγιος δοξασθήσεται εν δικαιοσύνη 17και βοσκηθήσονται οι διηρπασμένοι ως ταύροι και τας ερήμους των απειλημμένων άρνες φάγονται 18ουαί οι επισπώμενοι τας αμαρτίας ως σχοινίω μακρώ και ως ζυγού ιμάντι δαμάλεως τας ανομίας 19οι λέγοντες το τάχος εγγισάτω α ποιήσει ίνα ίδωμεν και ελθέτω η βουλή του αγίου Ισραήλ ίνα γνώμεν 20ουαί οι λέγοντες το πονηρόν καλόν και το καλόν πονηρόν οι τιθέντες το σκότος φως και το φως σκότος οι τιθέντες το πικρόν γλυκύ και το γλυκύ πικρόν 21ουαί οι σοφοί εν αυτοίς και ενώπιον εαυτών επιστήμονες 22ουαί οι ισχύοντες υμών οι πίνοντες τον οίνον και οι δυνάσται οι κεραννύντες το σίκερα 23οι δικαιούντες τον ασεβή ένεκεν δώρων και το δίκαιον του δικαίου αίροντες 24διά τούτο ον τρόπον καυθήσεται καλάμη υπό άνθρακος πυρός και συγκαυθήσεται υπό φλογός ανειμένης η ρίζα αυτών ως χνούς έσται και το άνθος αυτών ως κονιορτός αναβήσεται ου γαρ ηθέλησαν τον νόμον κυρίου σαβαώθ αλλά το λόγιον του αγίου Ισραήλ παρώξυναν 25και εθυμώθη οργή κύριος σαβαώθ επί τον λαόν αυτού και επέβαλε την χείρα επ΄ αυτούς και επάταξεν αυτούς και παρωξύνθη τα όρη και εγενήθη τα θνησιμαία αυτών ως κοπρία εν μέσω οδού και εν πάσι τούτοις ουκ απεστράφη ο θυμός αυτού αλλ΄ έτι η χειρ αυτού υψηλή 26τοιγαρούν αρεί σύσσημον εν τοις έθνεσι τοις μακρόθεν και συριεί αυτούς απ΄ άκρου της γης και ιδού ταχύ κούφως έρχονται 27ου πεινάσουσιν ουδέ κοπιάσουσιν ουδέ νυστάξουσιν ουδέ κοιμηθήσονται ουδέ λύσουσι τας ζώνας αυτών από των οσφύων αυτών ουδ΄ μη ραγώσιν οι ιμάντες των υποδημάτων αυτών 28ων τα βέλη οξείά εστι και τα τόξα αυτών εντεταμένα οι πόδες των ίππων αυτών ως στερεά πέτρα ελογίσθησαν οι τροχοί των αρμάτων αυτών ως καταιγίς 29ορμώσιν ως λέοντες και παρέστησαν ως σκύμνοι λέοντος και επιλήψεται και βοήσει ως θηρίον και εκβαλεί και ουκ έσται ο ρυόμενος αυτούς 30και βοήσει δι΄ αυτούς τη ημέρα εκείνη ως φωνή θαλάσσης κυμαινούσης και εμβλέψονται εις τον ουρανόν άνω και κάτω και ιδού σκότος σκληρόν εν τη απορία αυτών
Copyright information for ABPGRK