Isaiah 50

CHAPTER 50

The Sins of Israel

ούτως λέγει κύριος ποίον τούτο βιβλίον του αποστασίου της μητρός υμών ω εξαπέστειλα αυτήν η τίνι υπόχρεω των πρασσόντων με πέπρακα υμάς αυτώ ιδού ταις αμαρτίαις υμών επράθητε και ταις ανομίαις υμών εξαπέστειλα την μητέρα υμών τι ότι ήλθον και ουκ ην άνθρωπος εκάλεσα και ουκ ην ο υπακούων μη ουκ ισχύει η χειρ μου του ρύσασθαι η ουκ ισχύω του εξελέσθαι ιδού τω ελεγμώ μου εξερημώσω την θάλασσαν και θήσω ποταμούς ερήμους και ξηρανθήσονται οι ιχθύες αυτών από του μη είναι ύδωρ και αποθανούνται εν δίψει ενδύσω τον ουρανόν σκότος και ως σάκκον θήσω το περιβόλαιον αυτού κύριος κύριος δίδωσί μοι γλώσσαν παιδείας του γνώναι ηνίκα δει ειπείν λόγον έθηκέ με πρωϊ πρωϊ προσέθηκέ μοι ωτίον ακούειν και η παιδεία κυρίου ανοίγει μου τα ώτα εγώ δε ουκ απειθώ ουδέ αντιλέγω τον νώτόν μου δέδωκα εις μάστιγας τας δε σιαγόνας μου εις ραπίσματα το δε πρόσωπόν μου ουκ απέστρεψα από αισχύνης εμπτυσμάτων και κύριος κύριος βοηθός μοι εγενήθη διά τούτο ουκ ενετράπην αλλ΄ έθηκα το πρόσωπόν μου ως στερεάν πέτραν και έγνων ότι ου μη αισχυνθώ ότι εγγίζει ο δικαιώσας με τις ο κρινόμενός μοι αντιστήτω μοι άμα και τις ο κρινόμενός μοι εγγισάτω μοι ιδού κύριος βοηθήσει μοι τις κακώσει με ιδού πάντες υμείς ως ιμάτιον παλαιωθήσεσθε και ως σης καταφάγεται υμάς 10 τις εν υμίν ο φοβούμενος τον κύριον υπακουσάτω της φωνής του παιδός αυτού οι πορευόμενοι εν σκότει και ουκ έστιν αυτοίς φως πεποίθατε επί τω ονόματι κυρίου και αντιστηρίσασθε επί τω θεώ 11 ιδού πάντες υμείς πυρ καίετε και κατισχύετε φλόγα πορεύεσθε τω φωτί του πυρός υμών και τη φλογί η εξεκαύσατε δι΄ εμέ εγένετο ταύτα υμίν εν λύπη κοιμηθήσεσθε
Copyright information for ABPGRK