Isaiah 52

CHAPTER 52

The LORD Restores Jerusalem

1εξεγείρου εξεγείρου Σιών ένδυσαι την ισχύν σου Σιών και συ ένδυσαι την δόξαν σου Ιερουσαλήμ πόλις η αγία ουκέτι προστεθήσεται διελθείν διά σου απερίτμητος και ακάθαρτος 2εκτίναξαι τον χουν και ανάστηθι κάθισον Ιερουσαλήμ έκδυσαι τον δεσμόν του τραχήλου σου η αιχμάλωτος θυγάτηρ Σιών 3ότι τάδε λέγει κύριος δωρεάν επράθητε και ου μετά αργυρίου λυτρωθήσεσθε 4ότι ούτως λέγει κύριος κύριος εις Αίγυπτον κατέβη ο λαός μου το πρότερον παροικήσαι εκεί και εις Ασσυρίους βία ήχθησαν 5και νυν τι έσται ώδε τάδε λέγει κύριος ότι ελήφθη ο λαός μου δωρεάν θαυμάζετε και ολολύζετε τάδε λέγει κύριος δι΄ υμάς διαπαντός το όνομά μου βλασφημείται εν τοις έθνεσι 6διά τούτο γνώσεται ο λαός μου το όνομά μου διά τούτο εν τη ημέρα εκείνη ότι εγώ ειμι αυτός ο λαλών πάρειμι 7ως ώρα επί των ορέων ως πόδες ευαγγελιζόμενου ακοήν ειρήνης ως ευαγγελιζομένου αγαθά ότι ακουστήν ποιήσω την σωτηρίαν σου λέγων Σιών βασιλεύσει ο θεός σου 8φωνή των φυλασσόντων σε υψώθη και τη φωνή άμα ευφρανθήσονται ότι οφθαλμοί προς οφθαλμούς όψονται ηνίκα αν ελεήση κύριος την Σιών

The LORD Will Show Mercy

9ρηξάτω ευφροσύνην άμα τα έρημα Ιερουσαλήμ ότι ηλέησε κύριος αυτήν και ερρύσατο Ιερουσαλήμ 10και αποκαλύψει κύριος τον βραχίονα τον άγιον αυτού ενώπιον πάντων των εθνών και όψονται πάντα τα άκρα της γης την σωτηρίαν την παρά του θεού ημών 11απόστητε απόστητε εξέλθετε εκείθεν και ακαθάρτου μη άπτεσθε εξέλθετε εκ μέσου αυτού αφορίσθητε οι φέροντες τα σκεύη κυρίου 12ότι ου μετά ταραχής εξελεύσεσθε ουδέ φυγή πορεύσεσθε προπορεύσεται γαρ πρότερος υμών κύριος και ο επισυνάγων υμάς ο θεός Ισραήλ 13ιδού συνήσει ο παίς μου και υψωθήσεται και δοξασθήσεται και μετεωρισθήσεται σφόδρα 14ον τρόπον εκστήσονται επί σε πολλοί ούτως αδοξήσει από των ανθρώπων το ειδός σου και η δόξα σου από υιών ανθρώπων 15ούτω θαυμάσονται έθνη πολλά επ΄ αυτώ και συνέξουσι βασιλείς το στόμα αυτών ότι οις ουκ ανηγγέλη περί αυτού όψονται και οι ουκ ακηκόασι συνήσουσι
Copyright information for ABPGRK