Isaiah 54

CHAPTER 54

The Inheritance of The LORD

ευφράνθητι στείρα η ου τίκτουσα ρήξον και βόησον η ουκ ωδίνουσα ότι πολλά τα τέκνα της ερήμου μάλλον η της εχούσης τον άνδρα είπε γαρ κύριος πλάτυνον τον τόπον της σκηνής σου και τας δέρρεις των αυλαιών σου πήξον μη φείση μάκρυνον τα σχοινίσματά σου και τους πασσάλους σου κατίσχυσον έτι εις τα δεξιά και τα αριστερά εκπέτασον και το σπέρμα σου έθνη κληρονομήσει και πόλεις ηρημωμένας κατοικιείς μη φόβου ότι κατησχύνθης μηδέ εντραπής ότι ωνειδίσθης ότι αισχύνην αιώνιον επιλήση και όνειδος της χηρείας σου ου μη μνησθήση έτι ότι κύριος ο ποιών σε κύριος σαβαώθ όνομα αυτώ και ο ρυσάμενός σε αυτός ο θεός Ισραήλ θεός πάσης της γης κληθήσεται ουχ ως γυναίκα καταλελειμμένην και ολιγόψυχον κέκληκέ σε ο κύριος ουδ΄ ως γυναίκα εκ νεότητος μεμισημένην είπεν ο θεός σου χρόνον μικρόν κατέλιπόν σε και μετ΄ ελέους μεγάλου ελεήσω σε εν θυμώ μικρώ απέστρεψα το πρόσωπόν μου από σου και εν ελέει αιωνίω ελεήσω σε είπεν ο ρυσάμενός σε κύριος από του ύδατος του επί Νώε τούτό μοι εστι καθότι ώμοσα αυτώ εν τω χρόνω εκείνω τη γη μη θυμωθήσεσθαι επί σοι έτι μηδέ εν απειλή σου 10 τα όρη μεταστήσεσθαι ουδ΄ οι βουνοί σου μετακινηθήσονται ούτως ουδέ το παρ΄ εμού σοι έλεος εκλείψει ουδέ η διαθήκη της ειρήνης σου ου μη μεταστή είπε γαρ ιλεώς σοι κύριος 11 ταπεινή και ακατάστατος ου παρεκλήθης ιδού εγώ ετοιμάζω σοι άνθρακα τον λίθον σου και τα θεμέλιά σου σάπφειρον 12 και θήσω τας επάλξεις σου ίασπιν και τας πύλας σου λίθους κρυστάλλους και τον περίβολόν σου λίθους εκλεκτούς 13 και πάντας τους υιούς σου διδακτούς θεού και πολλή ειρήνη τοις τέκνοις σου 14 και εν δικαιοσύνη οικοδομηθήση απέχου από αδίκου και ου φοβηθήση και τρόμος ουκ εγγιεί σοι 15 ιδού προσήλυτοι προσελεύσονταί σοι δι΄ εμού και παροικήσουσί σοι και επί σε καταφεύξονται 16 ιδού εγώ έκτισά σε ουχ ως χαλκεύς φυσών εν πυρί άνθρακας και εκφέρων σκεύος εις έργον εγώ δε έκτισά σε ουκ εις απώλειαν φθείραι 17 παν σκεύος σκευαστόν επί σε ουκ ευοδωθήσεται και πάσα φωνή αναστήσεται επί σε εις κρίσιν πάντας αυτούς ηττήσεις οι δε ένοχοί σου έσονται εν αυτή έστι κληρονομία τοις θεραπεύουσι κύριον και υμείς έσεσθέ μοι δίκαιοι λέγει κύριος
Copyright information for ABPGRK