Isaiah 55

CHAPTER 55

Invitation to Life

ουαί οι διψώντες πορεύεσθε εφ΄ ύδωρ και όσοι μη έχετε αργύριον βαδίσαντες αγοράσατε και φάγετε και πορεύεσθε και αγοράσατε άνευ αργυρίου και τιμής οίνον και στέαρ ινατί τιμάσθε αργυρίου ουκ εν άρτοις και τον μόχθον υμών ουκ εις πλησμονήν ακούσατέ μου και φάγεσθε αγαθά και εντρυφήσει εν αγαθοίς η ψυχή υμών προσέχετε τοις ωσίν υμών και επακολουθήσατε ταις οδοίς μου εισακούσατέ μου και ζήσεται εν αγαθοίς η ψυχή υμών και διαθήσομαι υμίν διαθήκην αιώνιον τα όσια Δαυίδ τα πιστά ιδού μαρτύριον έθνεσιν έδωκα αυτόν άρχοντα και προστάσσοντα έθνεσιν ιδού έθνη α ουκ οίδασί σε επικαλέσονταί σε και λαοί οι ουκ επίστανταί σε επί σε καταφεύξονται ένεκεν κυρίου του θεού σου και του αγίου Ισραήλ ότι εδόξασέ σε ζητήσατε τον κύριον και εν τω ευρίσκειν αυτόν επικαλέσασθε ηνίκα δ΄ αν εγγίζη υμίν απολιπέτω ο ασεβής τας οδούς αυτού και ανήρ άνομος τας βουλάς αυτού και επιστραφήτω προς κύριον και ελεηθήσεται και προς τον θεόν ημών ότι επί πολύ αφήσει τας αμαρτίας υμών ου γαρ εισιν αι βουλαί μου ώσπερ αι βουλαί υμών ουδ΄ ώσπερ αι οδοί υμών αι οδοί μου λέγει κύριος αλλ΄ ως απέχει ο ουρανός από της γης ούτως απέχει η οδός μου από των οδών υμών και τα διανοήματα υμών από της διανοίας μου 10 ως γαρ αν καταβή ο υετός η χιών εκ του ουρανού και ου μη αποστραφή έως αν μεθύση την γην και εκτέκη και εκβλαστήση και δω σπέρμα τω σπείροντι και άρτον εις βρώσιν 11 ούτως έσται το ρήμά μου ο εαν εξέλθη εκ του στόματός μου ου μη αποστραφή προς με κενόν έως αν τελεσθή όσα αν ηθέλησα και ευοδώσω τας οδούς σου και τα εντάλματά μου 12 εν γαρ ευφροσύνη εξελεύσεσθε και εν χαρά αχθήσεσθε τα γαρ όρη και οι βουνοί εξαλούνται προσδεχόμενοι υμάς εν χαρά και πάντα τα ξύλα του αγρού επικροτήσει τοις κλάδοις 13 και αντί στοιβής αναβήσεται κυπάρισσος αντί δε της κονύζης αναβήσεται μυρσίνη και έσται κύριος εις όνομα και εις σημείον αιώνιον και ουκ εκλείψει
Copyright information for ABPGRK