Isaiah 56

CHAPTER 56

Deliverance to the Nations

1τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν και ποιήσατε δικαιοσύνην ήγγικε γαρ το σωτήριόν μου παραγίνεσθαι και το έλεός μου αποκαλυφθήναι 2μακάριος ανήρ ο ποιών ταύτα και άνθρωπος ο αντεχόμενος αυτών και φυλάσσων τα σάββατα μη βεβηλούν αυτά και διατηρών τας χείρας αυτού μη ποιείν άδικα 3μη λεγέτω ο αλλογενής ο προσκείμενος προς κύριον λέγων αφορισμώ αφοριεί με άρα κύριος από του λαού αυτού και μη λεγέτω ο ευνούχος ότι εγώ ειμι ξύλον ξηρόν 4ότι τάδε λέγει κύριος τοις ευνούχοις όσοι αν φυλάξωνται τα σάββατά μου και εκλέξωνται α εγώ θέλω και αντέχωνται της διαθήκης μου 5δώσω αυτοίς εν τω οίκω μου και εν τω τείχει μου τόπον ονομαστόν κρείττω υιών και θυγατέρων όνομα αιώνιον δώσω αυτοίς και ουκ εκλείψει 6και τοις αλλογενέσι τοις προσκειμένοις κυρίω δουλεύειν αυτώ και αγαπάν το όνομα κυρίου του είναι αυτώ εις δούλους και δούλας και πάντας τους φυλασσομένους τα σάββατά μου μη βεβηλούν και αντεχομένους της διαθήκης μου 7εισάξω αυτούς εις το όρος το άγιόν μου και ευφρανώ αυτούς εν τω οίκω της προσευχής μου τα ολοκαυτώματα αυτών και αι θυσίαι αυτών έσονται δεκταί επί το θυσιαστήριόν μου ο γαρ οίκός μου οίκος προσευχής κληθήσεται πάσι τοις έθνεσιν 8είπε κύριος ο συνάγων τους διεσπαρμένους Ισραήλ ότι συνάξω επ΄ αυτόν συναγωγήν 9πάντα τα θηρία τα άγρια δεύτε φάγετε πάντα τα θηρία του δρυμού 10ίδετε ότι εκτετύφλωνται πάντες ουκ έγνωσαν πάντες κύνες ενεοί ου δυνήσονται υλακτείν ενυπνιαζόμενοι κοίτην φιλούντες νυστάξαι 11και οι κύνες αναιδείς τη ψυχή ουκ ειδότες πλησμονήν και εισί πονηροί ουκ ειδότες σύνεσιν πάντες ταις οδοίς αυτών εξηκολούθησαν έκαστος κατά το εαυτού πλεονέκτημα απ΄ άκρου αυτού 12δεύτε λάβωμεν οίνον και οινοφλυγήσωμεν μέθη και έσται τοιαύτη ημέρα αύριον μεγάλη μάλλον σφόδρα
Copyright information for ABPGRK