Isaiah 57

CHAPTER 57

The Idolatry of Israel

ίδετε ως ο δίκαιος απώλετο και ουδείς εκδέχεται τη καρδία και άνδρες δίκαιοι αίρονται και ουδείς κατανοεί από γαρ προσώπου αδικίας ήρται ο δίκαιος έσται εν ειρήνη η ταφή αυτού ήρται εκ του μέσου υμείς δε προσαγάγετε ώδε υιοί άνομοι σπέρμα μοιχών και πόρνης εν τίνι ενετρυφήσατε και επί τίνα ηνοίξατε το στόμα υμών και επί τίνα εχαλάσατε την γλώσσαν υμών ουχ υμείς εστέ τέκνα απωλείας σπέρμα άτιμον οι παρακαλούντες επί τα είδωλα υπό δένδρα δασέα σφάζοντες τα τέκνα αυτών εν ταις φάραγξιν αναμέσον των πετρών εκείνη σου η μερίς ούτός σου ο κλήρος κακείνοις εξέχεας σπονδάς και τούτοις ανήνεγκας θυσίας επί τούτοις ουν ουκ οργισθήσομαι επ΄ όρος υψηλόν και μετέωρον εκεί σου η κοίτη και εκεί ανεβίβασας θύσαι θυσίας σου και οπίσω των σταθμών της θύρας σου έθηκας μνημόσυνά σου ελογίσθης ότι εάν αποστής απ΄ εμού πλείόν τι έξειν ηγάπησας τους κοιμωμένους μετά σου και επλήθυνας την πορνείαν σου μετ΄ αυτών και πολλούς εποίησας τους μακράν από σου και απέστειλας πρέσβεις υπέρ τα όριά σου και εταπεινώθης έως άδου 10 ταις πολυοδίαις σου εκοπίασας και ουκ είπας παύσομαι ενισχύουσα ότι έπραξας ταύτα διά τούτο ου κατεδεήθης μου συ 11 τίνα ευλαβηθείσα εφοβήθης και εψεύσω με και ουκ εμνήσθης μου ουδέ έλαβές με εις την διάνοιάν σου ουδέ εις την καρδίαν σου και εγώ σε ιδών παρορώ και εμέ ουκ εφοβήθης 12 και εγώ απαγγελώ την δικαιοσύνην σου και τα κακά σου ουκ ωφελήσουσί σε 13 όταν αναβοήσης εξελέσθωσάν σε εν τη θλίψει σου τούτους γαρ πάντας άνεμος λήψεται και αποίσει καταιγίς οι δε αντεχόμενοι εν εμοί κτήσονται γην και κληρονομήσουσι το όρος το άγιόν μου 14 και ερούσι καθαρίσατε από προσώπου αυτού οδούς και άρατε σκώλα από της οδού του λαού μου 15 τάδε λέγει ο ύψιστος ο εν υψηλοίς κατοικών τον αιώνα άγιος εν αγίοις όνομα αυτώ κύριος ύψιστος εν αγίοις αναπαυόμενος και ολιγοψύχοις διδούς μακροθυμίαν και διδούς ζωήν τοις συντετριμμένοις την καρδίαν 16 ουκ εις τον αιώνα εκδικήσω υμάς ουδέ διαπαντός οργισθήσομαι υμίν πνεύμα γαρ παρ΄ εμού εξελεύσεται και πνοήν πάσαν εγώ εποίησα 17 δι΄ αμαρτίαν βραχύ τι ελύπησα αυτόν και επάταξα αυτόν και απέστρεψα το πρόσωπόν μου απ΄ αυτού και ελυπήθην και επορεύθη στυγνός εν ταις οδοίς αυτού 18 τας οδούς αυτού εώρακα και ιασάμην αυτόν και παρεκάλεσα αυτόν και έδωκα αυτώ παράκλησιν αληθινήν 19 ειρήνην επ΄ ειρήνη τοις μακράν και τοις εγγύς ούσι και είπε κύριος ιάσομαι αυτούς 20 οι δε άδικοι ούτως κλυδωνισθήσονται και αναπαύσασθαι ου δυνήσονται 21 ουκ έστι χαίρειν τοις ασεβέσιν είπεν ο θεός
Copyright information for ABPGRK