Isaiah 58

CHAPTER 58

The LORD's Chosen Fast

αναβόησον εν ισχύϊ και μη φείση ως σάλπιγγα ύψωσον την φωνήν σου και ανάγγειλον τω λαώ μου τα αμαρτήματα αυτών και τω οίκω Ιακώβ τας ανομίας αυτών εμέ ημέραν εξ ημέρας ζητήτουσι και γνώναί μου τας οδούς επιθυμούσιν ως λαός δικαιοσύνην πεποιηκώς και κρίσιν θεού αυτού μη εγκαταλελοιπώς αιτούσί με νυν κρίσιν δικαίαν και εγγίζειν θεώ επιθυμούσι λέγοντες τι ότι ενηστεύσαμεν και ουκ είδες εταπεινώσαμεν τας ψυχάς ημών και ουκ έγνως εν γαρ ταις ημέραις των νηστειών υμών ευρίσκετε τα θελήματα υμών και πάντας τους υποχειρίους υμών υπονύσσετε εις κρίσεις και μαχας νηστεύετε και τύπτετε πυγμαίς ταπεινόν ινατί μοι νηστεύετε ως σήμερον ακουσθήναι εν κραυγή την φωνήν υμών ου ταύτην την νηστείαν εξελεξάμην και ημέραν ταπεινούν άνθρωπον την ψυχήν αυτού ουδ΄ αν κάμψης ως κρίκον τον τράχηλόν σου και σάκκον και σποδόν υποστρώση ουδ΄ ούτω καλέσετε νηστείαν δεκτήν ουχί τοιαύτην εγώ εξελεξάμην νηστείαν λέγει κύριος αλλά λύε πάντα σύνδεσμον αδικίας διάλυε στραγγαλιάς βιαίων συναλλαγμάτων απόστελλε τεθραυσμένους εν αφέσει και πάσαν συγγραφήν άδικον διάσπα διάθρυπτε πεινώντι τον άρτον σου και πτωχούς αστέγους είσαγε εις τον οίκόν σου εάν ίδης γυμνόν περίβαλε και από των οικείων του σπέρματός σου ουχ υπερόψει τότε ραγήσεται το πρώϊμον το φως σου και τα ιάματά σου ταχύ ανατελεί και προπορεύσεται έμπροσθέν σου η δικαιοσύνη σου και η δόξα του θεού περιστελεί σε τότε βοήση και ο κύριος εισακούσεταί σου έτι λαλούντός σου ερεί ιδού πάρειμι εάν αφέλης από σου σύνδεσμον και χειροτονίαν και ρήμα γογγυσμόυ 10 και δως πεινώντι τον άρτον εκ ψυχής σου και ψυχήν τεταπεινωμένην εμπλήσης τότε ανατελεί εν τω σκότει το φως σου και το σκότος σου ως μεσημβρία 11 και έσται ο θεός σου μετά σου διαπαντός και εμπλησθήση καθάπερ επιθυμεί η ψυχή σου και τα οστά σου πιανθήσεται και έσται ως κήπος μεθύων και ως πηγή ην μη εξέλιπεν ύδωρ 12 και οικοδομηθήσονταί σοι αι έρημοι αιώνιοι και έσται τα θεμέλιά σου αιώνια εν γενεαίς γενεών και κληθήση οικοδόμος φραγμών και τους λίθους τους αναμέσον των τρίβων σου παύσεις 13 εάν αποστρέψης τον πόδα σου από των σαββάτων του μη ποιείν τα θελήματά σου εν τη ημέρα τη αγία και καλέσεις τα σάββατα τρυφερά άγια τω θεώ σου ουκ αρείς τον πόδα σου επ΄ έργω ουδέ λαλήσεις λόγον εν οργή εκ του στόματός σου 14 και έση πεποιθώς επί κύριον και αναβιβάσει σε επί τα αγαθά της γης και ψωμιεί σε την κληρονομίαν Ιακώβ του πατρός σου το γαρ στόμα του κυρίου ελάλησε ταύτα
Copyright information for ABPGRK